← 普鲁塔克

德摩斯梯尼传

§25.1-25.6

哈尔帕洛斯的贿赂与德摩斯梯尼受贿

从亚洲逃亡至雅典的哈尔帕洛斯以金杯和二十塔兰同行贿,使最初主张驱逐他的德摩斯梯尼倒戈并在大会上假装失声受辱。愤怒的民众将哈尔帕洛斯驱逐出境,并在城中展开搜查以追回被演说家瓜分的资金。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.1

μετʼ οὐ πολὺ δʼ Ἅρπαλος ἧκεν ἐξ Ἀσίας εἰς τὰς Ἀθήνας ἀποδρὰς Ἀλέξανδρον, αὑτῷ τε πράγματα συνειδὼς πονηρὰ διʼ ἀσωτίαν, κἀκεῖνον ἤδη χαλεπὸν ὄντα τοῖς φίλοις δεδοικώς. καταφυγόντος δὲ πρὸς τὸν δῆμον αὐτοῦ καὶ μετὰ τῶν χρημάτων καὶ τῶν νεῶν αὑτὸν παραδιδόντος, οἱ μὲν ἄλλοι ῥήτορες εὐθὺς ἐποφθαλμιάσαντες πρὸς τὸν πλοῦτον ἐβοήθουν καὶ συνέπειθον τοὺς Ἀθηναίους δέχεσθαι καὶ σῴζειν τὸν ἱκέτην.

不久之后,哈尔帕洛斯因自己挥霍无度而深知劣迹斑斑,又畏惧已对朋友变得严苛的亚历山大,便从亚历山大身边逃离,自亚洲来到雅典。当他向民众避难,并将自己连同金钱与船只一并奉上时,其他演说家立刻对这笔财富垂涎三尺,前去相助,并极力说服雅典人接纳并挽救这位祈愿者。

§25.2

ὁ δὲ Δημοσθένης πρῶτον μὲν ἀπελαύνειν συνεβούλευε τὸν Ἅρπαλον, καὶ φυλάττεσθαι μὴ τὴν πόλιν ἐμβάλωσιν εἰς πόλεμον ἐξ οὐκ ἀναγκαίας καὶ ἀδίκου προφάσεως· ἡμέραις δʼ ὀλίγαις ὕστερον ἐξεταζομένων τῶν χρημάτων ἰδὼν αὑτὸν ὁ Ἅρπαλος ἡσθέντα1 βαρβαρικῇ κύλικι καὶ καταμανθάνοντα τὴν τορείαν καὶ τὸ εἶδος, ἐκέλευσε διαβαστάσαντα τὴν ὁλκὴν τοῦ χρυσίου σκέψασθαι.

然而,德摩斯梯尼起初建议将哈尔帕洛斯驱逐出境,警惕不要因无谓而不义的借口而使城邦陷入战争。可是数天之后,在清点这批财物时,哈尔帕洛斯见他对一只蛮族的杯子十分喜爱,并仔细端详其雕工与形制,便请他拿在手里掂量一下黄金的分量。

§25.3

θαυμάσαντος δὲ τοῦ Δημοσθένους τὸ βάρος καὶ πυθομένου πόσον ἄγει, μειδιάσας ὁ Ἅρπαλος, ἄξει σοι, φησίν, εἴκοσι τάλαντα2 καὶ γενομένης τάχιστα τῆς νυκτὸς ἔπεμψεν αὑτῷ τὴν κύλικα μετὰ τῶν εἴκοσι ταλάντων, ἦν δʼ ἄρα δεινὸς ὁ Ἅρπαλος ἐρωτικοῦ πρὸς χρυσίον ἀνδρὸς ὄψει καὶ διαχύσει καὶ βολαῖς ὀμμάτων ἐνευρεῖν ἦθος.

当德摩斯梯尼对它的重量惊叹不已,并询问它有多重时,哈尔帕洛斯微笑着说: “它将为您带来二十塔兰同,”入夜之后,他便立刻将这只杯子连同二十塔兰同送到了他那里。哈尔帕洛斯果然极擅长从贪金之人的神色、面部舒展的神态以及眼神流转中看透其性情。

§25.4

οὐ γὰρ ἀντέσχεν ὁ Δημοσθένης, ἀλλὰ πληγεὶς ὑπὸ τῆς δωροδοκίας ὥσπερ παραδεδεγμένος φρουρὰν προσκεχωρήκει τῷ Ἁρπάλῳ. καὶ μεθʼ ἡμέραν εὖ καὶ καλῶς ἐρίοις καὶ ταινίαις κατὰ τοῦ τραχήλου καθελιξάμενος εἰς τὴν ἐκκλησίαν προῆλθε· καὶ κελευόντων ἀνίστασθαι καὶ λέγειν, διένευεν ὡς ἀποκεκομμένης αὑτῷ τῆς φωνῆς.

因为德摩斯梯尼未曾抵挡得住,他被贿赂击中,宛如接纳了卫队一般,投奔了哈尔帕洛斯。次日,他在颈项上端端正正地裹缠了羊毛织物和绷带,步入公民大会;当人们催促他起立发言时,他打手势示意自己的声音已完全失掉。

§25.5

οἱ δʼ εὐφυεῖς χλευάζοντες οὐχ ὑπὸ συνάγχης ἔφραζον, ἀλλʼ ὑπʼ ἀργυράγχης3 εἰλῆφθαι νύκτωρ τὸν δημαγωγόν. ὕστερον δὲ τοῦ δήμου παντὸς αἰσθομένου τὴν δωροδοκίαν καὶ βουλόμενον ἀπολογεῖσθαι καὶ πείθειν οὐκ ἐῶντος, ἀλλὰ χαλεπαίνοντος καὶ θορυβοῦντος, ἀναστάς τις ἔσκωψεν εἰπών οὐκ ἀκούσεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ τὴν κύλικα ἔχοντος;4

机智之辈便嘲弄说,这位人民领袖并非患上了咽喉炎,而是夜里染上了“银喉炎”。后来,全体民众察觉到了这笔受贿,当他想要辩白劝说时,民众不容许,反而怒气冲冲并大声鼓噪;此时有人站起来讥讽道: “雅典公民们,难道你们不愿听听那个手执杯子的人说话吗?”

§25.6

τότε μὲν οὖν ἀπέπεμψαν ἐκ τῆς πόλεως τὸν Ἅρπαλον, δεδιότες δὲ μὴ λόγον ἀπαιτῶνται χρημάτων ὧν διηρπάκεσαν οἱ ῥήτορες, ζήτησιν ἐποιοῦντο νεανικήν καὶ τὰς οἰκίας ἐπιόντες ἠρεύνων, πλὴν τῆς Καλλικλέους τοῦ Ἀρρενείδου. μόνην γὰρ τὴν τούτου νεωστὶ γεγαμηκότος οὐκ εἴασαν ἐλεγχθῆναι, νύμφης ἔνδον οὔσης, ὡς ἱστορεῖ Θεόπομπος.

于是,当时他们将哈尔帕洛斯驱逐出城;但因担心被追问演说家们瓜分的金钱的账目,他们展开了雷厉风行的搜查,走访各家各户进行搜查,唯独阿雷奈德斯之子卡利克勒斯的住宅例外。因为正如忒奥蓬波斯所记载的那样,唯有此人家中刚办新婚且新娘在内,因而众人未许予以搜查。

语法注4 条
  1. 25.2ἰδὼν αὑτὸν ὁ Ἅρπαλος ἡσθέντα

    此处代词 αὑτὸν(或写为 αὐτόν)指代前文提到的德摩斯梯尼,而非主语哈尔帕洛斯本人。分词 ἡσθέντα 作为感官动词 ἰδών 的补充成分修饰该代词,意为“哈尔帕洛斯见他(德摩斯梯尼)十分喜爱”。

  2. 25.3ἄξει σοι, φησίν, εἴκοσι τάλαντα

    动词 ἄγω 既有“重达……”的含义,又有“带来/运送”的含义。哈尔帕洛斯在此使用了双关语,既指“这只杯子(称起来)有二十塔兰同重”,又指“它将为你带来二十塔兰同(的贿金)”。与格 σοι(“为您/对你而言”)强化了这一精妙的双关。

  3. 25.5οὐχ ὑπὸ συνάγχης ἔφραζον, ἀλλʼ ὑπʼ ἀργυράγχης

    此处是由 συνάγχη(咽喉炎/扁桃体炎)与结合了 ἄργυρος(银子/金钱)造出的谐谑词 ἀργυράγχη(“银喉炎”或“金钱窒息”)构成的双关讽刺,以此讥笑演说家因受贿而噤声。

  4. 25.5τοῦ τὴν κύλικα ἔχοντος

    此处是一个辛辣的双关语,典故出自饮宴(symposium)中“手执酒杯者”轮流唱歌的习俗,被挪用来借指收受了哈尔帕洛斯黄金杯贿赂的德摩斯梯尼。该分词短语充当动词 ἀκούσεσθε 的属格宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:25.1-25.6