- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:24.1-24.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大离去以及斯巴达王阿吉斯的叛乱平定后,延宕多年的针对克忒西丰的“冠冕案”开庭审理。德摩斯梯尼获得压倒性胜诉,败诉的埃斯基涅斯离开雅典流亡海外。
ἀπελθόντος δὲ Ἀλεξάνδρου μεγάλοι μὲν ἦσαν οὗτοι, ταπεινὰ δʼ ἔπραττεν ὁ Δημοσθένης, κινουμένῳ δὲ Ἄγιδι τῷ Σπαρτιάτῃ βραχέα συνεκινήθη πάλιν,1 εἶτʼ ἔπτηξε, τῶν μὲν Ἀθηναίων οὐ συνεξαναστάντων, τοῦ δʼ Ἄγιδος πεσόντος καὶ τῶν Λακεδαιμονίων συντριβέντων. εἰσήχθη δὲ τότε καὶ ἡ περὶ τοῦ στεφάνου γραφὴ κατὰ Κτησιφῶντος, γραφεῖσα μὲν ἐπὶ Χαιρώνδου ἄρχοντος μικρὸν ἐπάνω τῶν Χαιρωνικῶν, κριθεῖσα δʼ ὕστερον ἔτεσι δέκα ἐπʼ Ἀριστοφῶντος, γενομένη δὲ ὡς οὐδεμία τῶν δημοσίων περιβόητος διά τε τὴν δόξαν τῶν λεγόντων καὶ τὴν τῶν δικαζόντων εὐγένειαν, οἳ τοῖς ἐλαύνουσι τὸν Δημοσθένη τότε πλεῖστον δυναμένοις καὶ μακεδονίζουσιν οὐ προήκαντο τὴν κατʼ αὐτοῦ ψῆφον,2 ἀλλʼ οὕτω λαμπρῶς ἀπέλυσαν ὥστε τὸ πέμπτον μέρος τῶν ψήφων Αἰσχίνην μὴ μεταλαβεῖν. ἐκεῖνος μὲν οὖν εὐθὺς ἐκ τῆς πόλεως ᾤχετʼ ἀπιὼν, καὶ περὶ Ῥόδον καὶ Ἰωνίαν σοφιστεύων κατεβίωσε.
亚历山大离去后,这些人势力显赫,而德摩斯梯尼则处境低微;不过,当斯巴达人阿吉斯起兵时,他又稍稍与之协同动作,但随后便畏缩隐退了,因为雅典人未曾一同揭竿而起,而阿吉斯阵亡,拉刻代蒙人亦遭击溃。当时,针对克忒西丰的‘关于冠冕’之诉也被提上了法庭;该诉状是在海隆达斯任执政官时、即喀罗尼亚之役前不久起草的,却在十年后阿里斯托丰任执政官时才审决,因演说者们声名远扬以及审判官们襟怀高尚,此案变得空前轰动,没有任何公诉案件可比。审判官们并未向那些当时权势最大且亲马其顿的迫害德摩斯梯尼之人让出不利于他的判决票,反而极为光彩地宣告他无罪,以致埃斯基涅斯连全部选票的五分之一都未能获得。于是,他〔埃斯基涅斯〕随即离开城邦远走,在罗得岛与伊奥尼亚一带以讲授修辞度过了余生。
- 24.1κινουμένῳ δὲ Ἄγιδι τῷ Σπαρτιάτῃ βραχέα συνεκινήθη πάλιν
κινουμένῳ Ἄγιδι 为复合动词 συνεκινήθη 中前缀 σύν- 所支配的与格,表示协同或随同的动作(“当阿吉斯采取行动时,他也与之同步稍作策应”)。
- 24.2οἳ τοῖς ἐλαύνουσι τὸν Δημοσθένη τότε πλεῖστον δυναμένοις καὶ μακεδονίζουσιν οὐ προήκαντο τὴν κατʼ αὐτοῦ ψῆφον
关系代词 οἳ 的先行词为前文的 τῶν δικαζόντων。中动动词 προήκαντο(源自 προΐεμαι,“让出、交出”)支配与格短语 τοῖς ἐλαύνουσι... δυναμένοις καὶ μακεδονίζουσιν(“攻击德摩斯梯尼的、当时权倾一时且亲马其顿之人”)作间接宾语,支配宾格 τὴν κατʼ αὐτοῦ ψῆφον(“不利于他的选票/定罪票”)作直接宾语,意为审判官没有向迫害者让出定罪的判决。
