- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:23.1-23.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼煽动反马其顿起义并支援底比斯,但亚历山大迅速进军攻灭底比斯,雅典陷入恐慌。亚历山大要求引渡主战派领袖,最终在德马德斯的斡旋下,众人获得赦免,雅典与亚历山大达成和解。
αἱ δὲ πόλεις πάλιν τοῦ Δημοσθένους ἀναρριπίζοντος αὐτάς συνίσταντο. καὶ Θηβαῖοι μὲν ἐπέθεντο τῇ φρουρᾷ καὶ πολλοὺς ἀνεῖλον, ὅπλα τοῦ Δημοσθένους αὐτοῖς συμπαρασκευάσαντος, Ἀθηναῖοι δʼ ὡς πολεμήσοντες μετʼ αὐτῶν παρεσκευάζοντο.
随着德摩斯梯尼再度煽动,各城邦又联合起来。底比斯人袭击了驻军并杀死了许多人,德摩斯梯尼协助他们筹备了武器,而雅典人也准备同他们并肩作战。
καὶ τὸ βῆμα κατεῖχεν ὁ Δημοσθένης, καὶ πρὸς τοὺς ἐν Ἀσίᾳ στρατηγοὺς τοῦ βασιλέως ἔγραφε τὸν ἐκεῖθεν ἐπεγείρων πόλεμον Ἀλεξάνδρῳ, παῖδα καὶ Μαργίτην ἀποκαλῶν αὐτόν, ἐπεὶ μέντοι τὰ περὶ τὴν χώραν θέμενος1 παρῆν αὐτὸς μετὰ τῆς δυνάμεως εἰς τὴν Βοιωτίαν, ἐξεκέκοπτο μὲν ἡ θρασύτης τῶν Ἀθηναίων καὶ ὁ Δημοσθένης ἀπεσβήκει, Θηβαῖοι δὲ προδοθέντες ὑπʼ ἐκείνων ἠγωνίσαντο καθʼ αὑτοὺς καὶ τὴν πόλιν ἀπέβαλον.
德摩斯梯尼把持着讲坛,给亚洲的大王将领们写信,企图从那里挑起针对亚历山大的战争,称他为小儿和马耳吉忒斯。然而,当亚历山大平定了本国境内的事务并亲自率军抵达维奥蒂亚时,雅典人的气焰被彻底扑灭,德摩斯梯尼也偃旗息鼓;底比斯人遭到雅典人的背叛,只得孤军奋战,最终丧失了城邦。
θορύβου δὲ μεγάλου τοὺς Ἀθηναίους περιεστῶτος, ἀπεστάλη μὲν ὁ Δημοσθένης αἱρεθεὶς μεθʼ ἑτέρων πρεσβευτὴς πρὸς Ἀλέξανδρον, δείσας δὲ τὴν ὀργὴν ἐκ τοῦ Κιθαιρῶνος ἀνεχώρησεν ὀπίσω καὶ τὴν πρεσβείαν ἀφῆκεν. εὐθὺς δʼ ὁ Ἀλέξανδρος ἐξῄτει πέμπων τῶν δημαγωγῶν δέκα μὲν, ὡς Ἰδομενεὺς καὶ Δοῦρις εἰρήκασιν, ὀκτὼ δʼ, ὡς οἱ πλεῖστοι καὶ δοκιμώτατοι τῶν συγγραφέων, τούσδε, Δημοσθένην, Πολύευκτον, Ἐφιάλτην, Λυκοῦργον, Μοιροκλέα, Δήμωνα, Καλλισθένην, Χαρίδημον.
巨大的恐慌笼罩着雅典人,德摩斯梯尼与其他几人被选为使节出使亚历山大,但他害怕亚历山大的怒火,走到基泰戎山便折返归来,放弃了出使。亚历山大随即派遣使者要求引渡那些民众领袖:据伊多墨纽斯和杜里斯记载为十人,而据多数且最有名望的历史学家记载为八人,即德摩斯梯尼、波吕厄克托斯、厄菲阿尔特斯、吕库尔戈斯、莫伊罗克勒斯、德蒙、卡利斯梯尼和卡里德穆斯。
ὅτε καὶ τὸν περὶ τῶν προβάτων λόγον ὁ Δημοσθένης προσῆψε τῷ δήμῳ, ἃ τοῖς λύκοις τοὺς κύνας ἐξέδωκε, διηγησάμενος αὑτὸν μὲν εἴκασε καὶ τοὺς σὺν αὐτῷ κυσὶν ὑπὲρ τοῦ δήμου μαχομένοις, Ἀλέξανδρον δὲ τὸν Μακεδόνα μονόλυκον προσηγόρευσεν. ἔτι δʼ, ὥσπερ, ἔφη, τοὺς ἐμπόρους ὁρῶμεν, ὅταν ἐν τρυβλίῳ δεῖγμα περιφέρωσι, διʼ ὀλίγων πυρῶν τοὺς πολλοὺς πιπράσκοντας, οὕτως ἐν ἡμῖν λανθάνετε πάντας αὑτοὺς συνεκδιδόντες.2
当时,德摩斯梯尼向民众讲了羊群将狗交给狼的寓言,把自己和与自己共事的人比作替民众作战的狗,而将马其顿的亚历山大称为独狼。此外,“正如”,他说, “我们看到商人在小碗里端着样品四处走动,以少许小麦卖出大量谷物一样, 你们也在我们身上不知不觉地把你们所有人一并交出去了。”
ταῦτα μὲν οὖν Ἀριστόβουλος ὁ Κασσανδρεὺς ἱστόρηκε. βουλευομένων δὲ τῶν Ἀθηναίων καὶ διαπορούντων, ὁ Δημάδης λαβὼν πέντε τάλαντα παρὰ τῶν ἀνδρῶν ὡμολόγησε πρεσβεύσειν καὶ δεήσεσθαι τοῦ βασιλέως ὑπὲρ αὐτῶν, εἴτε τῇ φιλίᾳ πιστεύων, εἴτε προσδοκῶν μεστὸν εὑρήσειν ὥσπερ λέοντα φόνου κεκορεσμένον. ἔπεισε δʼ οὖν καὶ παρῃτήσατο τοὺς ἄνδρας3 ὁ Δημάδης, καὶ διήλλαξεν αὐτῷ τὴν πόλιν.
卡桑德里亚的阿里斯托布洛斯便记载了这些事。雅典人商议不决、陷入困境之际,德马德斯从那些人手中收下五塔兰同,同意出使并为他们向国王恳求,不知是凭信于两人的私谊,抑或是料想会发现国王如同一头饱食杀戮的雄狮一般已经餍足。无论如何,德马德斯说服了国王,为那些人求得了宽恕,并使城邦与他和解。
- 23.2τὰ περὶ τὴν χώραν θέμενος
中间态分词 θέμενος 的惯用表达。短语 τίθεμαι τὰ πράγματα 或 τὰ περί τι 意为“平定、整理、处置好(局势或事务)”。此处指亚历山大在南下前平定了马其顿本国及周边的局势。
- 23.4ἐν ἡμῖν λανθάνετε πάντας αὑτοὺς συνεκδιδόντες
动词 λανθάνω 与分词连用(λανθάνετε ... συνεκδιδόντες)的固定构文,表示“在未察觉之中做某事”或“不知不觉地做某事”。介词短语 ἐν ἡμῖν 意为“在我们身上/通过我们(即通过引渡我们)”,与比喻中作为样品的麦粒相呼应。
- 23.5παρῃτήσατο τοὺς ἄνδρας
动词 παραιτέομαι 在此处意为通过恳请“为……说情免罪、求得宽恕”(接被赦免者的宾格)。在此指德马德斯向亚历山大求情,使被要求引渡的领袖们免遭惩办。
