- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:22.1-22.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼得知腓力死讯后振奋民心,并在为亡女服丧期间参与公庆。作者谴责对被杀之王的不当欢庆,却称赞德摩斯梯尼置公邦利益于私人悲痛之上的政治家品格。
ἔγνω μὲν οὖν κρύφα τὴν τοῦ Φιλίππου τελευτὴν ὁ Δημοσθένης, προκαταλαμβάνων δὲ τὸ θαρρεῖν ἐπὶ τὰ μέλλοντα τοὺς Ἀθηναίους, προῆλθε φαιδρὸς εἰς τὴν βουλήν ὡς ὄναρ ἑωρακὼς ἀφʼ οὗ τι μέγα προσδοκᾶν Ἀθηναίοις ἀγαθόν καὶ μετʼ οὐ πολὺ παρῆσαν οἱ τὸν Φιλίππου θάνατον ἀπαγγέλλοντες. εὐθὺς οὖν ἔθυον εὐαγγέλια καὶ στεφανοῦν ἐψηφίσαντο Παυσανίαν.
德摩斯梯尼暗中获知了腓力的死讯,为了预先让雅典人对未来满怀信心,他面带喜色地步入议事会,声称自己做了一个梦,预示着雅典人将迎来极大的好事;不久之后,报信腓力已死的人便到了。于是他们立刻献祭酬神以庆捷报,并投票决定为保萨尼亚斯加冠。
καὶ προῆλθεν ὁ Δημοσθένης ἔχων λαμπρὸν ἱμάτιον ἐστεφανωμένος, ἑβδόμην ἡμέραν τῆς θυγατρὸς αὐτοῦ τεθνηκυίας,1 ὡς ὁ Αἰσχίνης φησί λοιδορῶν ἐπὶ τούτῳ καὶ κατηγορῶν αὐτοῦ μισοτεκνίαν, αὐτὸς ὢν ἀγεννὴς καὶ μαλακός, εἰ τὰ πένθη καὶ τοὺς ὀδυρμοὺς ἡμέρου καὶ φιλοστόργου ψυχῆς ἐποιεῖτο σημεῖα, τὸ δὲ ἀλύπως φέρειν ταῦτα καὶ πρᾴως ἀπεδοκίμαζεν.
德摩斯梯尼也身披华服、头戴花冠走了出来,尽管当时他的女儿才去世第七天,正如埃斯基涅斯所言,埃斯基涅斯借此事辱骂他,并指责他不爱子女;然而,如果埃斯基涅斯把服丧和哀号看作温和仁爱心灵的标志,而谴责心平气和、毫无痛苦地承受这一切的态度,那么他自己才是卑劣和软弱的。
ἐγὼ δʼ, ὡς μὲν ἐπὶ θανάτῳ βασιλέως ἡμέρως οὕτω καὶ φιλανθρώπως ἐν οἷς ηὐτύχησε χρησαμένου πταίσασιν αὐτοῖς στεφανηφορεῖν καλῶς εἶχε καὶ θύειν, οὐκ ἄν εἴποιμι·2 πρὸς γὰρ τῷ νεμεσητῷ καὶ ἀγεννές, ζῶντα μὲν τιμᾶν καὶ ποιεῖσθαι πολίτην, πεσόντος δʼ ὑφʼ ἑτέρου μὴ φέρειν τὴν χαρὰν μετρίως, ἀλλʼ ἐπισκιρτᾶν τῷ νεκρῷ καὶ παιωνίζειν, ὥσπερ αὐτοὺς ἀνδραγαθήσαντας·
至于我自己,倒不敢说为一位在获胜时对待挫败的他们如此温和仁慈的君王之死而佩戴花冠和献祭是妥当的;因为在招致神灵不悦之外,这也是卑鄙的:生前尊崇他、授予他公民身份,及至他死于他人之手,却不能节制欢欣,反而践踏尸骸、高唱凯歌,仿佛是自己立下了英勇的功勋。
ὅτι μέντοι τὰς οἴκοι τύχας καὶ δάκρυα καὶ ὀδυρμοὺς ἀπολιπὼν ταῖς γυναιξὶν ὁ Δημοσθένης, ἃ τῇ πόλει συμφέρειν ᾤετο, ταῦτʼ ἔπραττεν, ἐπαινῶ, καὶ τίθεμαι πολιτικῆς καὶ ἀνδρώδους ψυχῆς ἀεὶ πρὸς τὸ κοινὸν ἱστάμενον καὶ τὰ οἰκεῖα πάθη καὶ πράγματα τοῖς δημοσίοις ἐπανέχοντα τηρεῖν τὸ ἀξίωμα3 πολὺ μᾶλλον ἢ τοὺς ὑποκριτὰς τῶν βασιλικῶν καὶ τυραννικῶν προσώπων, οὓς ὁρῶμεν οὔτε κλαίοντας οὔτε γελῶντας ἐν τοῖς θεάτροις ὡς αὐτοὶ θέλουσιν, ἀλλʼ ὡς ὁ ἀγὼν ἀπαιτεῖ πρὸς τὴν ὑπόθεσιν.
然而,德摩斯梯尼将家中的厄运、眼泪和哀泣留给妇女,去行他认为有益于城邦之事,我对此深表赞同;我认为,始终立足于公众利益、用公共事务来支撑私己的苦难与处境以保持尊严,这乃是政治家和男子气概的本色,远胜于那些扮演国王和僭主的演员,我们在剧场中看到他们哭或笑都不是依凭自己的愿望,而是如演出根据剧情所要求的那样。
χωρὶς δὲ τούτων, εἰ δεῖ τὸν ἀτυχήσαντα μὴ περιορᾶν ἀπαρηγόρητον ἐν τῷ πάθει κείμενον, ἀλλὰ καὶ λόγοις χρῆσθαι κουφίζουσι καὶ πρὸς ἡδίω πράγματα τρέπειν τὴν διάνοιαν, ὥσπερ οἱ τοὺς ὀφθαλμιῶντας ἀπὸ τῶν λαμπρῶν καὶ ἀντιτύπων ἐπὶ τὰ χλωρὰ καὶ μαλακὰ χρώματα τὴν ὄψιν ἀπάγειν κελεύοντες, πόθεν ἄν τις ἐπαγάγοιτο βελτίω παρηγορίαν ἢ4 πατρίδος εὐτυχούσης ἐκ τῶν κοινῶν παθῶν ἐπὶ τὰ οἰκεῖα σύγκρασιν ποριζόμενος τοῖς βελτίοσιν ἀφανίζουσαν τὰ χείρω; ταῦτα μὲν οὖν εἰπεῖν προήχθημεν ὁρῶντες ἐπικλῶντα πολλοὺς καὶ ἀποθηλύνοντα τὸν Αἰσχίνην τῷ λόγῳ τούτῳ πρὸς οἶκτον.
除此之外,如果不应该坐视遭受不幸之人无从安慰地沉沦于苦痛之中,而应当用抚慰的言辞并引导心智转向更愉快的事物——正如那些劝告患眼疾者避开耀眼刺目的事物而将目光转向青翠柔和的色彩的人一样——那么,在祖国处于昌盛之时,借由公共的顺遂调配于私己的境遇,用更好之事抹去更坏之事,人们又从何处能求得更佳的安慰呢?我们之所以被促成陈述这些话,正是看到埃斯基涅斯通过这番言论打动了许多人,使其软化以致心生怜悯。
- 22.2ἑβδόμην ἡμέραν τῆς θυγατρὸς αὐτοῦ τεθνηκυίας
意为“尽管他的女儿才去世第七天”。ἑβδόμην ἡμέραν 为表示时间/时段的宾格,属格独立结构 τῆς θυγατρὸς αὐτοῦ τεθνηκυίας 指明作为参照的事件。整个短语构成了表达某事发生后经过时日的惯用结构。
- 22.2ὡς μὲν ἐπὶ θανάτῳ βασιλέως ... καλῶς εἶχε καὶ θύειν, οὐκ ἄν εἴποιμι
主句的主干为 οὐκ ἄν εἴποιμι ὡς ... καλῶς εἶχε(“我不敢说……是妥当的”)。由 ὡς 引导的名词性从句前置于主句谓语 εἴποιμι,且其内部插入了长长的修饰成分 ἐπὶ θανάτῳ βασιλέως ... χρησαμένου πταίσασιν αὐτοῖς,导致从句开头与主谓语之间距离拉大。
- 22.4τίθεμαι πολιτικῆς καὶ ἀνδρώδους ψυχῆς ... τηρεῖν τὸ ἀξίωμα
结构 τίθεμαι 加上属格(πολιτικῆς καὶ ἀνδρώδους ψυχῆς)表示“视……为……的特征/本色”。不定式 τηρεῖν 的逻辑主语由宾格分词 ἱστάμενον 与 ἐπανέχοντα 标示,指代泛称之人(政治家或公民)。
- 22.5πόθεν ἄν τις ἐπαγάγοιτο βελτίω παρηγορίαν ἢ ...
此为修辞性疑问句,表达强烈的否定含义:“人们又能从何处求得比……更好的安慰呢?”(意即“别无他处”)。比较级 βελτίω 之后的 ἤ 引出比较的标准,分词 ποριζόμενος 与主语 τις 保持一致。
