- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:21.1-21.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
喀罗尼亚战败后,尽管政敌发难,雅典民众仍坚决信任德摩斯梯尼,并委任他宣读阵亡将士的悼词。德摩斯梯尼因忌惮自身运势不祥而暂不在法令上署名,直至腓力不久后死去,正如神谕最后一句所预言的那样。
τότε δὲ τῆς ἀτυχίας τοῖς Ἕλλησι γεγενημένης οἱ μὲν ἀντιπολιτευόμενοι ῥήτορες ἐπεμβαίνοντες τῷ Δημοσθένει κατεσκεύαζον εὐθύνας καὶ γραφὰς ἐπʼ αὐτόν· ὁ δὲ δῆμος οὐ μόνον τούτων ἀπέλυεν, ἀλλὰ καὶ τιμῶν διετέλει καὶ προκαλούμενος αὖθις ὡς εὔνουν εἰς τὴν πολιτείαν, ὥστε καὶ τῶν ὀστέων ἐκ Χαιρωνείας κομισθέντων καὶ θαπτομένων τὸν ἐπὶ τοῖς ἀνδράσιν ἔπαινον εἰπεῖν ἀπέδωκεν, οὐ ταπεινῶς οὐδʼ ἀγεννῶς φέρων τὸ συμβεβηκός, ὡς γράφει καὶ τραγῳδεῖ Θεόπομπος, ἀλλὰ τῷ τιμᾶν μάλιστα καὶ κοσμεῖν τὸν σύμβουλον ἀποδεικνύμενος τὸ μὴ μεταμέλεσθαι τοῖς βεβουλευμένοις.1
然而,当时希腊人遭遇不幸之后,反对派的演说家们乘机践踏德摩斯梯尼,针对他罗织财务审查和公诉;但人民不仅赦免了他这一切指控,而且继续授予他荣誉,并视他为心怀善意之人,再次邀他参与国政。以至于当遗骸从喀罗尼亚运回并予以安葬时,民众还把为阵亡将士致悼词的荣誉交付给他;他们并未像泰奥彭波斯所写并夸大渲染的那样,以卑躬屈膝或懦弱的态度来承受这件变故,而是通过极力尊崇并嘉奖这位谋臣,表明自己绝不后悔当初所定的决策。
τὸν μὲν οὖν λόγον εἶπεν ὁ Δημοσθένης, τοῖς δὲ ψηφίσμασιν οὐχ ἑαυτόν, ἀλλʼ ἐν μέρει τῶν φίλων ἕκαστον ἐπέγραφεν, ἐξοιωνιζόμενος τὸν ἴδιον δαίμονα καὶ τὴν τύχην,2 ἕως αὖθις ἀνεθάρρησε Φιλίππου τελευτήσαντος. ἐτελεύτησε δὲ τῇ περὶ Χαιρώνειαν εὐτυχίᾳ χρόνον οὐ πολὺν ἐπιβιώσας·3 καὶ τοῦτο δοκεῖ τῷ τελευταίῳ τῶν ἐπῶν ὁ χρησμὸς ἀποθεσπίσαι· "κλαίει ὁ νικηθείς, ὁ δὲ νικήσας ἀπόλωλεν."
于是德摩斯梯尼发表了这篇悼词,但在各项提案法令上,他却不署自己的名字,而是依次署上各位朋友的名字,因为他嫌忌自己的守护神和命运带来不祥,直到腓力去世后他才重新振作起来。腓力在喀罗尼亚获胜之后并未再活多久便死去了;而神谕在诗句的末尾所预言的似乎正是此事: “败者泣涕,胜者已亡。”
- 21.2ἀποδεικνύμενος τὸ μὴ μεταμέλεσθαι τοῖς βεβουλευμένοις
带冠词的不定词短语 τὸ μὴ μεταμέλεσθαι(“不后悔……”)充当分词 ἀποδεικνύμενος 的直接宾语;与格 τοῖς βεβουλευμένοις(“所商议决定的事”)依附于表示后悔的动词 μεταμέλεσθαι,作其关涉对象。
- 21.3ἐξοιωνιζόμενος τὸν ἴδιον δαίμονα καὶ τὴν τύχην
动词 ἐξοιωνίζομαι 原指“由鸟占视作不祥”,此处直接支配第四格宾语(τὸν ἴδιον δαίμονα καὶ τὴν τύχην),意为“嫌忌、视自己的守护神与运数为不祥之兆而加以避忌”。
- 21.3τῇ περὶ Χαιρώνειαν εὐτυχίᾳ χρόνον οὐ πολὺν ἐπιβιώσας
复合分词 ἐπιβιώσας 支配与格 τῇ... εὐτυχίᾳ,意为“在(喀罗尼亚的)成功之后继续存活”,并带有表示时间跨度的第四格短语 χρόνον οὐ πολύν(“不久的时间”)。
