- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:20.1-20.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德摩斯梯尼力排神谕鼓动决战,却在喀罗尼亚战役中弃械脱逃。获胜后的腓力起初醉酒嘲弄,但随后对这位演说家的巨大影响力和波斯对其的金援深感忌惮。
ταῦτα μὲν οὖν ὅπως ἔχει, διαιτῆσαι χαλεπόν ὁ δὲ Δημοσθένης λέγεται1 τοῖς τῶν Ἑλλήνων ὅπλοις ἐκτεθαρρηκὼς, καὶ λαμπρὸς ὑπὸ ῥώμης καὶ προθυμίας ἀνδρῶν τοσούτων προκαλουμένων τοὺς πολεμίους αἰρόμενος, οὔτε χρησμοῖς ἐᾶν προσέχειν οὔτε μαντείας ἀκούειν, ἀλλὰ καὶ τὴν Πυθίαν ὑπονοεῖν ὡς φιλιππίζουσαν, ἀναμιμνῄσκων Ἐπαμεινώνδου τοὺς Θηβαίους καὶ Περικλέους τοὺς Ἀθηναίους, ὡς ἐκεῖνοι τὰ τοιαῦτα δειλίας ἡγούμενοι προφάσεις ἐχρῶντο τοῖς λογισμοῖς.
至于这些事情究竟如何,实难判定;然而据说德摩斯梯尼对希腊人的武力深信不疑,见如此众多的将士向敌人搦战,意气风发、斗志昂扬,便既不允许大家留意神谕,也不许倾听预言,甚至怀疑皮提亚偏袒腓力,向底比斯人提起伊巴密浓达,向雅典人提起伯里克利,指出他们都将此类事物视为怯懦的托辞,而诉诸理性的筹划。
μέχρι μὲν οὖν τούτων ἀνὴρ ἦν ἀγαθός· ἐν δὲ τῇ μάχῃ καλὸν οὐδὲν οὐδʼ ὁμολογούμενον ἔργον οἷς εἶπεν ἀποδειξάμενος ᾤχετο λιπὼν τὴν τάξιν, ἀποδρὰς αἴσχιστα καὶ τὰ ὅπλα ῥίψας, οὐδὲ τὴν ἐπιγραφὴν τῆς ἀσπίδος, ὡς ἔλεγε Πυθέας, αἰσχυνθείς, ἐπιγεγραμμένης γράμμασι χρυσοῖς, ἀγαθῇ τύχῃ.2
由此看来,在此之前他尚且算得上是一位勇士;但在战斗中,他非但未曾立下任何崇高、与其言辞相称的战功,反倒擅离职守、临阵脱逃,以最可耻的方式奔逃并抛弃了兵刃,正如皮忒阿斯所言,他甚至不知对自己的盾牌铭文感到羞愧——那盾牌上原是用金字题着“祝好运”。
παραυτίκα μὲν οὖν ὁ Φίλιππος ἐπὶ τῇ νίκῃ διὰ τὴν χαρὰν ἐξυβρίσας, καὶ κωμάσας ἐπὶ τοὺς νεκροὺς μεθύων, ᾖδε τὴν ἀρχὴν τοῦ Δημοσθένους ψηφίσματος πρὸς πόδα διαιρῶν καὶ ὑποκρούων· "Δημοσθένης Δημοσθένους Παιανιεὺς τάδʼ εἶπεν·" ἐκνήψας δὲ καὶ τὸ μέγεθος τοῦ περιστάντος αὐτὸν ἀγῶνος ἐν νῷ λαβών ἔφριττε τὴν δεινότητα καὶ τὴν δύναμιν τοῦ ῥήτορος, ἐν μέρει μικρῷ μιᾶς ἡμέρας τὸν ὑπὲρ τῆς ἡγεμονίας καὶ τοῦ σώματος ἀναρρῖψαι κίνδυνον3 ἀναγκασθεὶς ὑπʼ αὐτοῦ.
于是,腓力在获胜之初因欣喜而得意忘形,醉醺醺地在死尸旁狂饮作乐,按音步划分并打着拍子吟唱起德摩斯梯尼法令的开篇: “培阿尼亚区的德摩斯梯尼之子德摩斯梯尼提议如下:” 然而当他酒醒之后,心中思及这场临头的决战是何等重大,便对这位演说家的威力和才干感到不寒而栗,因为他竟在仅仅一天的少许时间里,被此人逼迫得不得不拿自己的霸权乃至性命去孤注一掷。
διῖκτο δʼ ἡ δόξα μέχρι τοῦ Περσῶν βασιλέως· κἀκεῖνος ἔπεμψε τοῖς σατράπαις ἐπὶ θάλασσαν γράμματα, χρήματα Δημοσθένει διδόναι κελεύων, καὶ προσέχειν ἐκείνῳ μάλιστα τῶν Ἑλλήνων, ὡς περισπάσαι δυναμένῳ καὶ κατασχεῖν ταῖς Ἑλληνικαῖς ταραχαῖς τὸν Μακεδόνα.
他的声名甚至传到了波斯国王那里;国王派信使致信沿海的总督们,命他们资助德摩斯梯尼金钱,并且在所有希腊人中最要重视此人,因为他有能力凭借希腊的变乱牵制住马其顿人并使之受制。
ταῦτα μὲν οὖν ὕστερον ἐφώρασεν Ἀλέξανδρος, ἐν Σάρδεσιν ἐπιστολάς τινας ἀνευρὼν τοῦ Δημοσθένους καὶ γράμματα τῶν βασιλέως στρατηγῶν, δηλοῦντα τὸ πλῆθος τῶν δοθέντων αὐτῷ χρημάτων.
这些事情后来被亚历山大所查明,他在萨第斯发现了德摩斯梯尼的若干信件以及国王将领们的公文,其中清楚载明了给予他的金钱数额。
- 20.1ὁ δὲ Δημοσθένης λέγεται
被动动词 λέγεται 的人称构式(personal construction)。主语 ὁ Δημοσθένης 在主格上与分词 ἐκτεθαρρηκὼς、αἰρόμενος、ἀναμιμνῄσκων 一致,并充当不定式 ἐᾶν、ἀκούειν、ὑπονοεῖν 的逻辑主语。
- 20.2ἐπιγεγραμμένης γράμμασι χρυσοῖς, ἀγαθῇ τύχῃ
完成时被动分词 ἐπιγεγραμμένης 与前文的属格 τῆς ἀσπίδος 一致。尽管语序上与名词有所隔开,亦可被视作属格绝对构式,但最自然的理解仍是作为修饰“盾牌”的形容语。短语 ἀγαθῇ τύχῃ 为铭文具体文字的直接引述。
- 20.3τὸν ὑπὲρ τῆς ἡγεμονίας καὶ τοῦ σώματος ἀναρρῖψαι κίνδυνον
源自掷骰子游戏的成语表达 κίνδυνον ἀναρρίπτειν(直译为“掷出危险的骰子”,即孤注一掷、甘冒极大风险)。此处作为不定式分句充当分词 ἀναγκασθείς 的补足语,意为“被逼迫去冒关乎霸权与生命的险”。
