- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:19.1-19.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在预示希腊自由终结的神谕与凶兆中,作者围绕喀罗尼亚附近关于“特耳谟冬”的神谕展开考证,探讨该名称究竟是指当地的一条溪流还是指一尊出土的石像。
τύχη δέ τις ἔοικε δαιμόνιος ἐν περιφορᾷ πραγμάτων, εἰς ἐκεῖνο καιροῦ συμπεραίνουσα τὴν ἐλευθερίαν τῆς Ἑλλάδος, ἐναντιοῦσθαι1 τοῖς πραττομένοις, καὶ πολλὰ σημεῖα τοῦ μέλλοντος ἀναφαίνειν, ἐν οἷς ἥ τε Πυθία δεινὰ προὔφαινε μαντεύματα, καὶ χρησμὸς ᾔδετο παλαιὸς ἐκ τῶν Σιβυλλείων "τῆς ἐπὶ Θερμώδοντι μάχης ἀπάνευθε γενοίμην, αἰετὸς ἐν νεφέεσσι καὶ ἠέρι θηήσασθαι.2 κλαίει ὁ νικηθείς, ὁ δὲ νικήσας ἀπόλωλε."
然而,在事态的运转之中,某种在那个危急关头终结希腊自由的天运,似乎阻挠着当时正在进行的事业,并显现出诸多未来的预兆;在这些预兆中,皮提亚发布了可怕的谕示,而且有一首出自西比拉神谕集的古老神谕被传唱着: “愿我远离特耳谟冬河畔的战火, 化为云霄与苍穹间的苍鹰远远眺望; 战败者痛哭,战胜者亦已覆亡。”
τὸν δὲ Θερμώδοντα φασιν εἶναι παρʼ ἡμῖν ἐν Χαιρωνείᾳ ποτάμιον μικρὸν εἰς τὸν Κηφισὸν ἐμβάλλον. ἡμεῖς δὲ νῦν μὲν οὐδὲν οὕτω τῶν ῥευμάτων ἴσμεν ὀνομαζόμενον, εἰκάζομεν δὲ τὸν καλούμενον Αἵμονα Θερμώδοντα λέγεσθαι τότε· καὶ γὰρ παραρρεῖ παρὰ τὸ Ἡράκλειον, ὅπου κατεστρατοπέδευον οἱ Ἕλληνες· καὶ τεκμαιρόμεθα τῆς μάχης γενομένης αἵματος ἐμπλησθέντα καὶ νεκρῶν τὸν ποταμὸν ταύτην διαλλάξαι τὴν προσηγορίαν.3
人们说,特耳谟冬河是我们家乡喀罗尼亚一条注入凯菲索斯河的小溪。然而我们如今却不知道这些溪流中有哪一条是这样命名的,我们推测当时被称为特耳谟冬河的,就是如今被称为海蒙河的这条河流;因为它恰好流经希腊联军扎营的赫拉克勒斯神庙旁;我们推测在战役发生后,这条河流因充塞了鲜血与尸首,才换成了如今这个称呼。
ὁ δὲ Δοῦρις οὐ ποταμὸν εἶναι φησι τὸν Θερμώδοντα, ἀλλʼ ἱστάντας τινὰς σκηνὴν καὶ περιορύττοντας ἀνδριαντίσκον εὑρεῖν λίθινον, ὑπὸ γραμμάτων τινῶν διασημαινόμενον ὡς εἴη Θερμώδων,4 ἐν ταῖς ἀγκάλαις Ἀμαζόνα φέροντα τετρωμένην. ἐπὶ δὲ τούτῳ χρησμὸν ἄλλον ᾄδεσθαι λέγοντα· "τὴν δʼ ἐπὶ Θερμώδοντι μάχην μένε, παμμέλαν ὄρνι· τηνεί τοι κρέα πολλὰ παρέσσεται ἀνθρώπεια."
然而杜里斯说,特耳谟冬并非一条河流,而是一些人在搭建帐篷并挖掘四周时,发现了一尊小石像,上面的某些文字表明其为特耳谟冬,怀中还抱着一位受伤的亚马孙女人。关于这尊雕像,〔他说〕还有另一首神谕被传唱,说道: “通体漆黑的鸟儿啊,且待特耳谟冬河畔的交兵; 彼处自有人类的血肉充溢待汝。”
- 19.1τύχη δέ τις ἔοικε δαιμόνιος ... ἐναντιοῦσθαι
动词 ἔοικε 采取人称构式(主格与不定式连用),其主语为 τύχη δέ τις ... δαιμόνιος,并列支配补足不定式 ἐναντιοῦσθαι 与 ἀναφαίνειν。分词 συμπεραίνουσα 修饰主语,描摹命运终结希腊自由的作为。
- 19.1αἰετὸς ἐν νεφέεσσι καὶ ἠέρι θηήσασθαι
θηήσασθαι 为不定式的不定时史诗形式(相当于 θεάσασθαι),作为说明性或结果性不定式承接前句表愿望的祈愿语气 γενοίμην(“愿我身处远方……得以观看”)。名词 αἰετός 采用主格,与祈愿动词省略的第一人称单数主语构成同位语。
- 19.2διαλλάξαι τὴν προσηγορίαν
这是由 τεκμαιρόμεθα 支配的带宾格的不定式从句,其中宾格 τὸν ποταμόν 为不定式的逻辑主语。动词 διαλλάσσω(通常意为“交换”或“和解”)在此作及物动词用,意为“更换了名称/换取了这一称谓”,支配宾格 τὴν προσηγορίαν。
- 19.3ὡς εἴη Θερμώδων
间接引语中的斜度祈愿语气(optative in indirect discourse),用于转述铭文(ὑπὸ γραμμάτων τινῶν)所表述的内容(即“此为特耳谟冬”),从属于分词 διασημαινόμενον。
