- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:18.1-18.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
腓力攻占埃拉提亚令雅典陷入恐慌,德摩斯梯尼力劝与底比斯结盟并作为使节出访,最终以极具感染力的雄辩击败马其顿使者,成功争取到底比斯并实际上总揽了希腊抗战的领导权。
οὐ μὴν ἀλλʼ1 ἐπεὶ Φίλιππος ὑπὸ τῆς περὶ τὴν Ἄμφισσαν εὐτυχίας ἐπαιρόμενος εἰς τὴν Ἐλάτειαν ἐξαίφνης ἐνέπεσε καὶ τὴν Φωκίδα κατέσχεν, ἐκπεπληγμένων τῶν Ἀθηναίων καὶ μηδενὸς τολμῶντος ἀναβαίνειν ἐπὶ τὸ βῆμα μηδὲ ἔχοντος ὅ τι χρὴ λέγειν, ἀλλʼ ἀπορίας οὔσης ἐν μέσῳ καὶ σιωπῆς, παρελθὼν μόνος ὁ Δημοσθένης συνεβούλευε τῶν Θηβαίων ἔχεσθαι·2 καὶ τἆλλα παραθαρρύνας καὶ μετεωρίσας, ὥσπερ εἰώθει, τὸν δῆμον ταῖς ἐλπίσιν, ἀπεστάλη πρεσβευτὴς μεθʼ ἑτέρων εἰς Θήβας.
然而,当腓力因在阿姆菲萨一带的胜利而得意忘形,突然攻入埃拉提亚并占领福基斯时,雅典人陷入恐慌,无人敢登上讲台,亦无人知晓当讲些什么,全场陷入困惑与沉寂之中;唯有德摩斯梯尼走上前来,建议紧密联结底比斯人。他在其他方面亦鼓舞了民众,并一如既往地用希望振奋民心,随后便与其他使者一同被派往底比斯。
ἔπεμψε δὲ καὶ Φίλιππος, ὡς Μαρσύας φησίν, Ἀμύνταν μὲν καὶ Κλέαρχον Μακεδόνας, Δάοχον δὲ Θεσσαλὸν καὶ Θρασυδαῖον ἀντεροῦντας. τὸ μὲν οὖν συμφέρον οὐ διέφευγε τοὺς τῶν Θηβαίων λογισμούς, ἀλλʼ ἐν ὄμμασιν ἕκαστος εἶχε τὰ τοῦ πολέμου δεινά, ἔτι τῶν Φωκικῶν τραυμάτων νεαρῶν παραμενόντων·
腓力方面,据马耳绪阿斯记载,亦派出了马其顿人阿敏塔斯和克利阿科斯,以及色萨利人达奥科斯和特拉绪代奥斯前去反驳。诚然,底比斯人的思虑中并非没有考虑到自身的切身利益,每个人眼前都浮现着战争的恐怖,况且福基斯战争留下的创伤依然新鲜而挥之不去。
ἡ δὲ τοῦ ῥήτορος δύναμις, ὥς φησι Θεόπομπος, ἐκριπίζουσα τὸν θυμὸν αὐτῶν καὶ διακαίουσα τὴν φιλοτιμίαν ἐπεσκότησε τοῖς ἄλλοις ἅπασιν, ὥστε καὶ φόβον καὶ λογισμὸν καὶ χάριν ἐκβαλεῖν αὐτούς ἐνθουσιῶντας ὑπὸ τοῦ λόγου πρὸς τὸ καλόν, οὕτω δὲ μέγα καὶ λαμπρὸν ἐφάνη τὸ τοῦ ῥήτορος ἔργον ὥστε τὸν μὲν Φίλιππον εὐθὺς ἐπικηρυκεύεσθαι δεόμενον εἰρήνης,3 ὀρθὴν δὲ τὴν Ἑλλάδα γενέσθαι καὶ συνεξαναστῆναι πρὸς τὸ μέλλον, ὑπηρετεῖν δὲ μὴ μόνον τοὺς στρατηγοὺς τῷ Δημοσθένει ποιοῦντας τὸ προσταττόμενον, ἀλλὰ καὶ τοὺς βοιωτάρχας, διοικεῖσθαι δὲ τὰς ἐκκλησίας ἁπάσας οὐδὲν ἧττον ὑπʼ ἐκείνου τότε τὰς Θηβαίων ἢ τὰς Ἀθηναίων, ἀγαπωμένου παρʼ ἀμφοτέροις καὶ δυναστεύοντος οὐκ ἀδίκως οὐδὲ παρʼ ἀξίαν, ὥσπερ ἀποφαίνεται Θεόπομπος, ἀλλὰ καὶ πάνυ προσηκόντως.
然而,正如泰奥彭波斯所言,这位演说家的力量激起了他们的血气,燃起了他们的荣誉感,从而掩盖了其余一切考虑,以致他们在演说辞的感召下向往崇高,抛弃了恐惧、算计与感恩。演说家所成就的伟业显得如此伟大而辉煌,以至于腓力立即派来使节请求媾和,而希腊全境亦昂首挺胸,携手共同迎接未来;不仅诸位将军听从德摩斯梯尼的驱使并执行指令,甚至连波奥提亚长官们亦是如此,当时不仅是雅典的公民大会,就连底比斯的公民大会也同样悉数受他指导;他深受双方爱戴,执掌大权并非如泰奥彭波斯所断言的那样不公或德不配位,而是全然实至名归。
- 18.1οὐ μὴν ἀλλʼ
用于承接前文底比斯难以争取的消极局势并引出转折的固定短语,意为“然而”、“话虽如此”。
- 18.1τῶν Θηβαίων ἔχεσθαι
中动态动词 ἔχομαι 支配属格 τῶν Θηβαίων,表示“紧依”、“与……结盟联合”,不同于主动态 ἔχω(拥有)的常规宾语用法。
- 18.3ὥστε τὸν μὲν Φίλιππον εὐθὺς ἐπικηρυκεύεσθαι δεόμενον εἰρήνης
由前句 οὕτω δὲ μέγα καὶ λαμπρὸν ἐφάνη 引出的结果从句(ὥστε 带对格与不定式结构)。后续的不定式(γενέσθαι, συνεξαναστῆναι, ὑπηρετεῖν, διοικεῖσθαι)均与 ἐπικηρυκεύεσθαι 并列,共同铺叙演说所引发的深远影响。
