- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:17.1-17.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
随着战争不可避免,德摩斯梯尼主导了解放优卑亚及解救拜占庭的战局,促成了广泛的反马其顿同盟,并着手应对拉拢近邻底比斯加盟的最大挑战。
ἐπεὶ δʼ εἰς τὸ πολεμεῖν ἔρρεπε τὰ πράγματα, τοῦ μὲν Φιλίππου μὴ δυναμένου τὴν ἡσυχίαν ἄγειν, τῶν δʼ Ἀθηναίων ἐγειρομένων ὑπὸ τοῦ Δημοσθένους, πρῶτον μὲν εἰς Εὔβοιαν ἐξώρμησε τοὺς Ἀθηναίους καταδεδουλωμένην ὑπὸ τῶν τυράννων Φιλίππῳ· καί διαβάντες, ἐκείνου τὸ ψήφισμα γράψαντος, ἐξήλασαν τοὺς Μακεδόνας.
当局势倒向战争,腓力无法安于和平,而雅典人又被德摩斯梯尼激发起斗志时,他首先促使雅典人出兵优卑亚,该岛曾被僭主们屈服于腓力;雅典人渡海而过,在德摩斯梯尼草拟法令之后,将马其顿人驱逐了出去。
δεύτερον δὲ Βυζαντίοις ἐβοήθησε καί Περινθίοις ὑπὸ τοῦ Μακεδόνος πολεμουμένοις, πείσας τὸν δῆμον ἀφέντα τὴν ἔχθραν καί τὸ μεμνῆσθαι τῶν περὶ τὸν συμμαχικὸν ἡμαρτημένων ἑκατέροις πόλεμον1 ἀποστεῖλαι δύναμιν αὐτοῖς, ὑφʼ ἧς ἐσώθησαν.
其次,当拜占庭人和佩林托斯人遭到这位马其顿王的进攻时,他施以援手,说服民众放下仇怨,不再记挂双方在同盟战争中所犯下的过错,而是派遣军队去救援他们,他们也由此得救。
ἔπειτα πρεσβεύων καί διαλεγόμενος τοῖς Ἕλλησι καί παροξύνων συνέστησε πλὴν ὀλίγων ἅπαντας ἐπὶ τὸν Φίλιππον, ὥστε σύνταξιν γενέσθαι πεζῶν μὲν μυρίων καί πεντακισχιλίων, ἱππέων δὲ δισχιλίων, ἄνευ τῶν πολιτικῶν δυνάμεων, χρήματα δὲ καί μισθοὺς τοῖς ξένοις εἰσφέρεσθαι προθύμως. ὅτε καί φησι Θεόφραστος, ἀξιούντων τῶν συμμάχων ὁρισθῆναι τὰς εἰσφοράς, εἰπεῖν Κρωβύλον τὸν δημαγωγόν ὡς οὐ τεταγμένα σιτεῖται πόλεμος.2
接着,他奔走充任使者,与各希腊城邦交涉并激励他们,将除少数以外的几乎所有人都联合起来对抗腓力,以致组成了一支除公民军队之外由一万五千步兵和两千骑兵组成的联军,人们亦踊跃筹集资金并为雇佣兵支付军饷。据泰奥弗拉斯托斯记载,当时盟邦要求确定贡款的定额,民众领袖克罗比罗斯却说道:“战争是不靠定额口粮来养活的。”
ἐπηρμένης δὲ τῆς Ἑλλάδος πρὸς τὸ μέλλον καί συνισταμένων κατʼ ἔθνη καί πόλεις Εὐβοέων, Ἀχαιῶν, Κορινθίων, Μεγαρέων, Λευκαδίων, Κερκυραίων, ὁ μέγιστος ὑπελείπετο τῷ Δημοσθένει τῶν ἀγώνων, Θηβαίους προσαγαγέσθαι τῇ συμμαχίᾳ,3 χώραν τε σύνορον τῆς Ἀττικῆς καί δύναμιν ἐναγώνιον ἔχοντας, καί μάλιστα τότε τῶν Ἑλλήνων εὐδοκιμοῦντας ἐν τοῖς ὅπλοις.
当全希腊都对未来满怀期望,优卑亚人、阿开亚人、科林斯人、墨伽拉人、琉卡斯人和科尔库拉人按部族和城邦联合起来时,德摩斯梯尼面临的最大挑战依然留待解决:那就是将底比斯人争取到联盟中来,他们拥有与阿提卡相邻的疆土,拥有一支随时可战的军队,并且当时在希腊各邦中以武力最为声名远播。
ἦν δʼ οὐ ῥᾴδιον ἐπὶ προσφάτοις εὐεργετήμασι τοῖς περὶ τὸν Φωκικὸν πόλεμον τετιθασευμένους ὑπὸ τοῦ Φιλίππου μεταστῆσαι τοὺς Θηβαίους, καί μάλιστα ταῖς διὰ τὴν γειτνίασιν ἁψιμαχίαις ἀναξαινομένων ἑκάστοτε τῶν πολεμικῶν πρὸς ἀλλήλας διαφορῶν ταῖς πόλεσιν.
然而,底比斯人因在福基斯战争期间受惠于腓力的近期恩遇而对他顺从,要想使他们反戈并非易事,尤其是由于邻里关系引发的小冲突,两座城邦之间战时的龃龉每每重新被揭开。
- 17.2τῶν περὶ τὸν συμμαχικὸν ἡμαρτημένων ἑκατέροις πόλεμον
ἑκατέροις 是与完成时被动分词 ἡμαρτημένων 连用的施动者与格(“双方所犯下的过错”)。冠词 τῶν 与中性复数分词构成的名词化短语包夹了介词短语 περὶ τὸν συμμαχικὸν ... πόλεμον,并作为冠词不定词 τὸ μεμνῆσθαι 的属格宾语。
- 17.3οὐ τεταγμένα σιτεῖται πόλεμος
τεταγμένα 在此充当 σιτεῖται 的内面宾格或副词性同源宾格(“战争不以定额口粮为食”)。该格言的意思是战费随战况而变,无法预先设定定额限制。
- 17.4Θηβαίους προσαγαγέσθαι τῇ συμμαχίᾳ
不定词短语 Θηβαίους προσαγαγέσθαι 是用作同位语的解释性不定词(epexegetical infinitive),具体阐明主语 ὁ μέγιστος ... τῶν ἀγώνων 的内容。后文的 ἔχοντας 和 εὐδοκιμοῦντας 为宾格现在分词,与不定词的宾语 Θηβαίους 一致。
