← 普鲁塔克

德摩斯梯尼传

§14.1-14.4

与福基翁的品行对比及不媚民意之举

作者在将福基翁的品行与德摩斯梯尼在军事与受贿上的缺陷(收受波斯黄金)进行对比的同时,指出德摩斯梯尼在操守上仍胜过同时代的其他演说家,并通过不顾民众反对惩处安提丰及控告女祭司忒奥里斯等事,展现其刚直不阿的政治作风。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

τῶν γοῦν κατʼ αὑτὸν ὁ Φωκίων οὐκ ἐπαινουμένης προϊστάμενος πολιτείας, ἀλλὰ δοκῶν μακεδονίζειν, ὅμως διʼ ἀνδρείαν καὶ δικαιοσύνην οὐδὲν οὐδαμῇ χείρων ἔδοξεν Ἐφιάλτου καὶ Ἀριστείδου καὶ Κίμωνος ἀνὴρ γενέσθαι.

至少在他同时代的人中,福基翁所主持的国政虽不为世人所赞赏,反而被视作亲马其顿派,但他凭借英勇与正义,仍被认为在任何方面、任何程度上都不亚于埃菲阿尔特、阿里斯提德和客蒙这样的人物。

§14.2

Δημοσθένης δʼ οὐκ ὢν ἐν τοῖς ὅπλοις ἀξιόπιστος, ὥς φησιν ὁ Δημήτριος, οὐδὲ πρὸς τὸ λαμβάνειν παντάπασιν ἀπωχυρωμένος, ἀλλὰ τῷ μὲν παρὰ Φιλίππου καὶ Μακεδονίας ἀνάλωτος ὤν, τῷ δʼ ἄνωθεν ἐκ Σούσων καὶ Ἐκβατάνων ἐπιβατὸς χρυσίῳ γεγονὼς καὶ κατακεκλυσμένος, ἐπαινέσαι μὲν ἱκανώτατος ἦν τὰ τῶν προγόνων καλά, μιμήσασθαι δὲ οὐχ ὅμοίως. ἐπεὶ τούς γε καθʼ αὑτὸν ῥήτορας ἔξω δὲ λόγου τίθεμαι Φωκίωνα καὶ τῷ βίῳ παρῆλθε.1

相反,正如德米特里所说,德摩斯梯尼在执掌兵器方面并不可靠,而且面对金钱的诱惑也绝非构筑了牢不可破的防线;他对来自腓力和马其顿的金钱固然无懈可击,却向来自内陆苏撒和埃克巴塔那的黄金门户大开并被其淹没。因此,他虽极其擅长赞美先祖们的崇高伟绩,在效仿他们方面却未能同样尽善尽美——不过,就生活操守而言,他也确实超越了同时代的演说家(不过我将福基翁置于议论之外)。

§14.3

φαίνεται δὲ καὶ μετὰ παρρησίας μάλιστα τῷ δήμῳ διαλεγόμενος καὶ πρὸς τὰς ἐπιθυμίας τῶν πολλῶν ἀντιτείνων καὶ τοῖς ἁμαρτήμασιν αὐτῶν ἐπιφυόμενος, ὡς ἐκ τῶν λόγων λαβεῖν ἔστιν, ἱστορεῖ δὲ καὶ Θεόπομπος ὅτι, τῶν Ἀθηναίων ἐπί τινα προβαλλομένων αὑτὸν κατηγορίαν, ὡς δʼ οὐχ ὑπήκουε, θορυβούντων,2 ἀναστὰς εἶπεν· ὑμεῖς ἐμοὶ, ὦ ἄνδρες Ἀθηναῖοι, συμβούλῳ μέν, κἂν μὴ θέλητε, χρήσεσθε· συκοφάντῃ δὲ οὐδὲ ἂν θέλητε.

此外,从他的演说中可以看出,他与民众对话时显然极具直言无隐的气度,既抵抗大众的欲望,又严词斥责他们的过失。泰奥彭波斯亦记载,当雅典人推举他负责某项控告、而他因拒绝服从而激起众人喧哗吵闹时,他站起身来说: “雅典的男士们,你们即便不愿,也当以我为谋士;但即便愿意,也休想以我为诬告者。”

§14.4

σφόδρα δʼ ἀριστοκρατικὸν αὐτοῦ πολίτευμα καὶ τὸ περὶ Ἀντιφῶντος· ὃν ὑπὸ τῆς ἐκκλησίας ἀφεθέντα συλλαβὼν ἐπὶ τὴν ἐξ Ἀρείου πάγου βουλὴν ἀνήγαγε, καὶ παρʼ οὐδὲν τὸ προσκροῦσαι τῷ δήμῳ θέμενος ἤλεγξεν ὑπεσχημένον Φιλίππῳ τὰ νεώρια ἐμπρήσειν καὶ παραδοθεὶς ὁ ἄνθρωπος ὑπὸ τῆς βουλῆς ἀπέθανε, κατηγόρησε δὲ καὶ τῆς ἱερείας Θεωρίδος ὡς ἄλλα τε ῥᾳδιουργούσης πολλὰ καὶ τοὺς δούλους ἐξαπατᾶν διδασκούσης· καὶ θανάτου τιμησάμενος3 ἀπέκτεινε.

他对安提丰所采取的政治行动也极其具有贵族政治的色彩。安提丰在被民众大会开释后,德摩斯梯尼仍将其逮捕并押送到战神山议事会;他根本不在意触怒民众,揭发了此人曾向腓力许诺要纵火焚毁船坞的罪行,最终该人被议事会移交处死。他还控告了女祭司忒奥里斯,指控她犯下其他诸多劣迹并教唆奴隶行骗;在求处死刑后,使其伏法。

语法注3 条
  1. 14.2ἐπεὶ τούς γε καθʼ αὑτὸν ῥήτορας ἔξω δὲ λόγου τίθεμαι Φωκίωνα καὶ τῷ βίῳ παρῆλθε.

    连词 ἐπεί 在此引出限定性或让步性的补充理由(“虽说……”),用以缓和前文“未能同样效仿先祖德行”的批评。全句的核心框架是 τούς γε καθʼ αὑτὸν ῥήτορας ... καὶ τῷ βίῳ παρῆλθε,其中 τούς... ῥήτορας 为主句动词 παρῆλθε 的直接宾语,ἔξω δὲ λόγου τίθεμαι Φωκίωνα 为插入句。καί 意为“不仅在演说上,在实际生活操守上也……”。

  2. 14.3ὡς δʼ οὐχ ὑπήκουε, θορυβούντων

    时间从句 ὡς δʼ οὐχ ὑπήκουε(“因他不遵从”)被嵌套在属格独立结构 τῶν Ἀθηναίων ἐπί τινα προβαλλομένων αὑτὸν κατηγορίαν ... θορυβούντων(“当雅典人推举他……并吵嚷时”)之中。这里的 δέ 承接前方的分词短语 προβαλλομένων,表示时间与逻辑上的顺接转折(“推举了他,但他不从,于是吵闹”)。

  3. 14.4θανάτου τιμησάμενος

    中动相 τιμῶμαι 是雅典法庭的专门用语,指原告向法庭“提议/评估刑罚(即求刑)”,与法官判定或宣判刑罚的能动相 τιμῶ 相对。在此与表示刑罚的属格 θανάτου 连用,意为“求处死刑”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:14.1-14.4