- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:15.1-15.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述德摩斯梯尼在私人诉讼中为对立双方撰写演说辞的道德污点、其青年时期撰写公案演说辞的情形,并探讨针对埃斯基涅斯的使节案演说辞是否实际发表过。
λέγεται δὲ καὶ τὸν κατὰ Τιμοθέου τοῦ στρατηγοῦ λόγον, ᾧ χρησάμενος Ἀπολλόδωρος εἷλε τὸν ἄνδρα τοῦ ὀφλήματος,1 Δημοσθένης γράψαι τῷ Ἀπολλοδώρῳ, καθάπερ καὶ τοὺς πρὸς Φορμίωνα καὶ Στέφανον, ἐφʼ οἷς εἰκότως ἠδόξησε. καὶ γὰρ ὁ Φορμίων ἠγωνίζετο λόγῳ Δημοσθένους πρὸς τὸν Ἀπολλόδωρον, ἀτεχνῶς καθάπερ ἐξ ἑνὸς μαχαιροπωλίου τὰ κατʼ ἀλλήλων ἐγχειρίδια πωλοῦντος αὐτοῦ τοῖς ἀντιδίκοις.
据说,阿波罗多洛斯用来迫使对方清偿债务的那篇针对将领蒂莫特奥斯的演说辞,也是德摩斯梯尼为阿波罗多洛斯撰写的,正如针对福尔米昂和斯特凡诺斯的演说辞一样;由于这些事,他理所当然地招致了恶名。因为福尔米昂同样是用德摩斯梯尼的演说辞来与阿波罗多洛斯对簿公堂的,这简直就像是他从同一家刀剑店把互相残杀的匕首同时卖给诉讼双方一样。
τῶν δὲ δημοσίων ὁ μὲν κατʼ Ἀνδροτίωνος καὶ Τιμοκράτους καὶ Ἀριστοκράτους ἑτέροις ἐγράφησαν, οὔπω τῇ πολιτείᾳ προσεληλυθότος· δοκεῖ γὰρ δυεῖν ἢ τριῶν δέοντα ἔτη τριάκοντα2 γεγονὼς ἐξενεγκεῖν τοὺς λόγους ἐκείνους· τὸν δὲ κατὰ Ἀριστογείτονος αὐτὸς ἠγωνίσατο, καὶ τὸν περὶ τῶν ἀτελειῶν, διὰ τὸν Χαβρίου παῖδα Κτήσιππον, ὥς φησὶν αὐτός, ὡς δʼ ἔνιοι λέγουσι, τὴν μητέρα τοῦ νεανίσκου μνώμενος.
在公案演说辞中,针对安德罗提翁、蒂莫克拉泰斯和阿里斯托克拉泰斯的演说辞是在他还未涉足政界时为他人撰写的;因为他似乎是在二十七八岁时发表那些演说辞的。至于针对阿里斯托盖顿的演说辞以及关于免税权的那篇演说辞,则是他亲自出庭辩论的;后者据他本人所说,是为了哈布里亚斯的儿子克特西普斯,但也有人说是为了追求那个年轻人的母亲。
οὐ μὴν ἔγημε ταύτην, ἀλλὰ Σαμίᾳ τινὶ συνῴκησεν, ὡς ἱστορεῖ Δημήτριος ὁ Μάγνης ἐν τοῖς περὶ συνωνύμων. ὁ δὲ κατʼ Αἰσχίνου τῆς παραπρεσβείας ἄδηλον εἰ λέλεκται·3 καίτοι φησὶν Ἰδομενεὺς παρὰ τριάκοντα μόνας τὸν Αἰσχίνην ἀποφυγεῖν. ἀλλʼ οὐκ ἔοικεν οὕτως ἔχειν τἀληθές, εἰ δεῖ τοῖς περὶ στεφάνου γεγραμμένοις ἑκατέρων λόγοις τεκμαίρεσθαι. μέμνηται γὰρ οὐδέτερος αὐτῶν ἐναργῶς οὐδὲ τρανῶς ἐκείνου τοῦ ἀγῶνος ὡς ἄχρι δίκης προελθόντος. ταυτὶ μὲν οὖν ἕτεροι διακρινοῦσι μᾶλλον.
不过,他并没有迎娶这位女子,而是与一个萨摩斯女子同居,正如马格内西亚的德米特里在《同名考》中所记载的。至于针对埃斯基涅斯的关于渎职使节的演说辞,究竟是否真正口头发表过尚不明确;尽管伊多墨纽斯说埃斯基涅斯仅以三十票之差被宣告无罪。但如果必须根据双方所写的关于王冠的演说辞来推断,真相似乎并非如此;因为他们两人都没有明确或清晰地提到那场纷争曾实际推进到了开庭审理的地步。关于这些事情,还是留待他人更深入地裁决吧。
- 15.1εἷλε τὸν ἄνδρα τοῦ ὀφλήματος
动词 αἱρέω 在法律语境下表示“胜诉”或“使……被判有罪”,接宾格 τὸν ἄνδρα;属格 τοῦ ὀφλήματος 则表示争议的事由或诉讼标的(“债务”)。
- 15.2δυεῖν ἢ τριῶν δέοντα ἔτη τριάκοντα
分词 δέοντα(源自 δέω“缺少”,中性复数宾格)修饰表示年数的 ἔτη,并支配属格 δυεῖν ἢ τριῶν;这是古希腊语中表示年龄或数量的常见减法表达,意为“差两三年满三十岁”,即“二十七或二十八岁”。
- 15.3ὁ δὲ κατʼ Αἰσχίνου τῆς παραπρεσβείας ἄδηλον εἰ λέλεκται
先取构文(prolepsis)。在逻辑上作为间接疑问从句 εἰ λέλεκται 主语的名词短语 ὁ δὲ [λόγος] κατʼ Αἰσχίνου τῆς παραπρεσβείας 被提前置于主句句首,与形容词 ἄδηλον 构成的非人称结构相结合。
