← 普鲁塔克

德摩斯梯尼传

§13.1-13.4

政治立场的坚定与演说的高尚原则

普鲁塔克驳斥了泰奥彭波斯关于德摩斯梯尼政治立场反复无常的说法,通过与其他善变政客的对比证明其坚守立场至死不渝,并援引帕奈提乌斯的评价说明其演说始终将崇高置于权宜之计之上。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

ὅθεν οὐκ οἶδʼ ὅπως παρέστη Θεοπόμπῳ λέγειν αὐτὸν ἀβέβαιον τῷ τρόπῳ γεγονέναι καὶ μήτε πράγμασι μήτʼ ἀνθρώποις πολὺν χρόνον τοῖς αὐτοῖς ἐπιμένειν δυνάμενον. φαίνεται γάρ, εἰς ἣν ἀπʼ ἀρχῆς τῶν πραγμάτων μερίδα καὶ τάξιν αὑτὸν ἐν τῇ πολιτείᾳ κατέστησε, ταύτην ἄχρι τέλους διαφυλάξας,1 καὶ οὐ μόνον ἐν τῷ βίῳ μὴ μεταβαλόμενος, ἀλλὰ καὶ τὸν βίον ἐπὶ τῷ μὴ μεταβαλέσθαι προέμενος.

因此,我不知道泰奥彭波斯为何会说德摩斯梯尼在性情上反复无常,既不能长久坚持同一政见,也不能长久依附同一些人。因为事实显然是,德摩斯梯尼自从政之初在城邦中所选定的党派与阵地,他始终坚守到了最后,不仅一生未曾动摇,甚至为了不改变立场而舍弃了生命。

§13.2

οὐ γάρ, ὡς Δημάδης ἀπολογούμενος διὰ τὴν ἐν τῇ πολιτείᾳ μεταβολὴν ἔλεγεν, αὑτῷ μὲν αὐτὸν τἀναντία πολλάκις εἰρηκέναι, τῇ δὲ πόλει μηδέποτε, καὶ Μελάνωπος ἀντιπολιτευόμενος Καλλιστράτῳ καὶ πολλάκις ὑπʼ αὐτοῦ χρήμασι μετατιθέμενος εἰώθει λέγειν πρὸς τὸν δῆμον· ὁ μὲν ἀνὴρ ἐχθρός, τὸ δὲ τῆς πόλεως νικάτω συμφέρον, Νικόδημος δʼ ὁ Μεσσήνιος Κασάνδρῳ προστιθέμενος πρότερον, εἶτʼ αὖθις ὑπὲρ Δημητρίου πολιτευόμενος οὐκ ἔφη τἀναντία λέγειν, ἀεὶ γὰρ εἶναι συμφέρον ἀκροᾶσθαι τῶν κρατούντων, οὕτω καὶ περὶ Δημοσθένους ἔχομεν εἰπεῖν οἷον ἐκτρεπομένου καὶ πλαγιάζοντος2 ἢ φωνὴν ἢ πρᾶξιν, ἀλλʼ ὥσπερ ἀφʼ ἑνὸς καὶ ἀμεταβλήτου διαγράμματος τῆς πολιτείας ἕνα τόνον ἔχων ἐν τοῖς πράγμασιν ἀεὶ διετέλεσε.

确实,德马德斯曾为自己在政治上的变节辩护说,自己虽常与过去的自己意见相反,但绝未违背城邦的利益;与卡利斯特拉托斯政见相左却屡屡因受其钱财而改变立场的梅拉诺波斯,过去也常对民众说: “那人虽是敌人,但当以城邦之利益为先”;而美塞尼亚的尼科德莫斯起初依附卡山德,后来又为德米特里从事政治活动,他声称自己并无矛盾,因为服从掌权者永远是有利的。然而,我们绝不能同样以这种在言论或行动上见风使舵、偏离正轨的形象来谈论德摩斯梯尼,相反,他仿佛出自城邦政治的一份单一而不变的规划,在各项事务中始终保持着同一种基调。

§13.4

Παναίτιος δʼ ὁ φιλόσοφος καὶ τῶν λόγων αὐτοῦ φησιν οὕτω γεγράφθαι τοὺς πλείστους ὡς μόνου τοῦ καλοῦ διʼ αὐτὸ αἱρετοῦ ὄντος, τὸν περὶ τοῦ στεφάνου, τὸν κατὰ Ἀριστοκράτους, τὸν ὑπὲρ τῶν ἀτελειῶν, τοὺς Φιλιππικούς· ἐν οἷς πᾶσιν οὐ πρὸς τὸ ἥδιστον ἢ ῥᾷστον ἢ λυσιτελέστατον ἄγει τοὺς πολίτας, ἀλλὰ πολλαχοῦ τὴν ἀσφάλειαν καὶ τὴν σωτηρίαν οἴεται δεῖν ἐν δευτέρᾳ τάξει τοῦ καλοῦ ποιεῖσθαι καὶ τοῦ πρέποντος, ὡς, εἴγε τῇ περὶ τὰς ὑποθέσεις αὐτοῦ φιλοτιμίᾳ καὶ τῇ τῶν λόγων εὐγενείᾳ παρῆν ἀνδρεία τε πολεμιστήριος καὶ τὸ καθαρῶς ἕκαστα πράττειν, οὐκ ἐν τῷ κατὰ Μοιροκλέα καὶ Πολύευκτον καὶ Ὑπερείδην ἀριθμῷ τῶν ῥητόρων, ἀλλʼ ἄνω μετὰ Κίμωνος καὶ Θουκυδίδου καὶ Περικλέους ἄξιος ἦν τίθεσθαι.3

哲学家帕奈提乌斯亦称,德摩斯梯尼的大多数演说——如《论花冠》《反阿里斯托克拉特》《论免税权》以及《反腓力演说》等——都是本着唯有崇高者本身才值得追求的原则写就的。在所有这些演说中,他并不引导公民趋向于最惬意、最安逸或最有利的事情,反而屡屡认为,在崇高与得体面前,安全与自保必须退居次席。因此,倘若他那宏大的立论志向和高贵文辞,再配以沙场的骁勇与事事清正廉洁的作为,他便完全配得上不与莫埃罗克勒斯、波吕埃克托斯和许佩里得斯这流演说家同列,而是荣升高位,与客蒙、修昔底德以及伯里克利并驾齐驱。

语法注3 条
  1. 13.1φαίνεται γάρ, εἰς ἣν ἀπʼ ἀρχῆς τῶν πραγμάτων μερίδα καὶ τάξιν αὑτὸν ἐν τῇ πολιτείᾳ κατέστησε, ταύτην ἄχρι τέλους διαφυλάξας

    动词 φαίνεται 与补充主语分词 διαφυλάξας(以及后文的 μεταβαλόμενος 与 προέμενος)搭配,表示显而易见的事实(“显然坚守了……”),而非配合不定式时表示的“似乎/看似”。先行词 μερίδα καὶ τάξιν 被吸引至关系从句(εἰς ἣν...)中,并在主句中由指示代词 ταύτην 作宾语呼应。

  2. 13.2οὐ γάρ, ὡς Δημάδης... οὕτω καὶ περὶ Δημοσθένους ἔχομεν εἰπεῖν οἷον ἐκτρεπομένου καὶ πλαγιάζοντος

    这是一个由 οὐ γάρ 引领的冗长对比否定句。在主句结论(οὕτω καὶ περὶ Δημοσθένους ἔχομεν εἰπεῖν...)之前,插入了由 ὡς 引出的三个政治变节者(德马德斯、梅拉诺波斯、尼科德莫斯)的例子。属格分词 οἷον ἐκτρεπομένου καὶ πλαγιάζοντος 在语法和语义上直接修饰介词短语 περὶ Δημοσθένους,用以描绘德摩斯梯尼的作为(“我们不能以其仿佛见风使舵、偏离正轨的形象来谈论德摩斯梯尼”)。

  3. 13.4ὡς, εἴγε... παρῆν... ἄξιος ἦν τίθεσθαι

    这是一个与过去事实相反的虚拟条件句(反事实条件句)。在结论从句(ἄξιος ἦν τίθεσθαι)中,表示适宜或应当的短语(ἄξιος ἦν)使用了未完成过去直陈式,按照古典语法惯例在此类表达中省略虚词 ἄν,即可表达与过去相反的虚拟意义(“本配得上被列入……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:13.1-13.4