- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:12.1-12.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了德摩斯梯尼在福基斯战争期间步入政坛、撤销对迈狄亚斯诉讼的原委,以及他凭借反抗腓力的斗争而在全希腊及波斯声名鹊起的过程。
ὥρμησε μὲν οὖν ἐπὶ τὸ πράττειν τὰ κοινὰ τοῦ Φωκικοῦ πολέμου συνεστῶτος, ὡς αὐτός τέ φησι καὶ λαβεῖν ἔστιν ἀπὸ τῶν Φιλιππικῶν δημηγοριῶν. αἱ μὲν γὰρ ἤδη διαπεπραγμένων ἐκείνων γεγόνασιν, αἱ δὲ πρεσβύταται τῶν ἔγγιστα πραγμάτων ἅπτονται. δῆλος δʼ ἐστὶ καὶ τὴν κατὰ Μειδίου παρασκευασάμενος εἰπεῖν δίκην1 δύο μὲν ἐπὶ τοῖς τριάκοντα γεγονὼς ἔτη, μηδέπω δʼ ἔχων ἰσχὺν ἐν τῇ πολιτείᾳ μηδὲ δόξαν.
德摩斯梯尼投身国政是在福基斯战争爆发之时,这正如他自己所言,亦可从《反腓力演说》中推知。因为那些演说中,有些是在这些战事已经结束之后发表的,而最早的几篇则直接涉及当时最切近的事端。同样显而易见的是,他在三十二岁时准备发表控告迈狄亚斯的诉讼词,而当时他在城邦政坛中既无势力,亦无声望。
ὃ καὶ μάλιστά μοι δοκεῖ δείσας2 ἐπʼ ἀργυρίῳ καταθέσθαι τὴν πρὸς τὸν ἄνθρωπον ἔχθραν "οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων," ἀλλʼ ἔντονος καὶ βίαιος ὑπὲρ τὰς ἀμύνας, ὁρῶν δʼ οὐ φαῦλον οὐδὲ τῆς αὐτοῦ δυνάμεως ἔργον ἄνδρα καὶ πλούτῳ καὶ λόγῳ καὶ φίλοις εὖ πεφραγμένον καθελεῖν, τὸν Μειδίαν, ἐνέδωκε τοῖς ὑπὲρ αὐτοῦ δεομένοις.
在我看来,正是这一点成了他心生畏惧、因收取金钱而平息对那人的仇怨的主要缘由;“因为他绝非心地温厚之人,亦非性情柔顺之辈,”反而是在报复上极为强硬暴烈的人。但他看到,迈狄亚斯是一个受到财富、口才与朋友严密护卫的人,要打倒他绝非易事,亦非自身力量所及,于是他向替迈狄亚斯求情的人做出了让步。
αἱ δὲ τρισχίλιαι καθʼ ἑαυτὰς οὐκ ἄν μοι δοκοῦσι τὴν Δημοσθένους ἀμβλῦναι πικρίαν, ἐλπίζοντος καὶ δυναμένου περιγενέσθαι.3 λαβὼν δὲ τῆς πολιτείας καλὴν ὑπόθεσιν τὴν πρὸς Φίλιππον ὑπὲρ τῶν Ἑλλήνων δικαιολογίαν, καὶ πρὸς ταύτην ἀγωνιζόμενος ἀξίως, ταχὺ δόξαν ἔσχε καὶ περίβλεπτος ὑπὸ τῶν λόγων ἤρθη καὶ τῆς παρρησίας, ὥστε θαυμάζεσθαι μὲν ἐν τῇ Ἑλλάδι, θεραπεύεσθαι δʼ ὑπὸ τοῦ μεγάλου βασιλέως, πλεῖστον δʼ αὐτοῦ λόγον εἶναι παρὰ τῷ Φιλίππῳ τῶν δημαγωγούντων, ὁμολογεῖν δὲ καὶ τοὺς ἀπεχθανομένους ὅτι πρὸς ἔνδοξον αὐτοῖς ἄνθρωπον ὁ ἀγών ἐστι. καὶ γὰρ Αἰσχίνης καὶ Ὑπερείδης τοιαῦτα ὑπὲρ αὐτοῦ κατηγοροῦντες εἰρήκασιν.
在我看来,如果他当时抱有胜算的希望并具备取胜的能力,那三千德拉克马本身是无法磨灭德摩斯梯尼的怨恨的。然而,他将为希腊人对抗腓力伸张正义作为自己政治生涯的光辉纲领,并为此进行了无愧于此的斗争,因而迅速赢得了声望,并因其演说和敢言之辞而被推举到万众瞩目的地位,以致在全希腊备受赞誉,得到波斯大王的厚待,在腓力那里也是最受器重的民众领袖,就连那些憎恨他的人也承认,他们的对手是一个赫赫有名的人物。事实上,埃斯基涅斯和许佩里得斯在控告他时也曾说过这样的话。
- 12.1δῆλος δʼ ἐστὶ καὶ τὴν κατὰ Μειδίου παρασκευασάμενος εἰπεῖν δίκην
由形容词 δῆλος 搭配分词 παρασκευασάμενος 构成的人称句结构(字面为“他是显而易见的准备了……”)。希腊语中习惯使用这种人称结构来替代非人称句“δῆλόν ἐστι(显而易见的是……)”。
- 12.2ὃ καὶ μάλιστά μοι δοκεῖ δείσας
中性关系代词宾格 ὅ 在句首起连接作用,作为表示原因的内在宾格(副词性宾格,“正因这一点”)。它指代前文提到的他在政界尚无势力和名望的整个事实,修饰分词 δείσας(心生畏惧)。
- 12.3αἱ δὲ τρισχίλιαι καθʼ ἑαυτὰς οὐκ ἄν μοι δοκοῦσι τὴν Δημοσθένους ἀμβλῦναι πικρίαν, ἐλπίζοντος καὶ δυναμένου περιγενέσθαι.
主动词 δοκοῦσι(似乎)与不定式 ἀμβλῦναι 配合小辞 ἄν,构成了与过去事实相反的虚拟/潜势陈述的人称结构(相当于“在我看来三千德拉克马本身是不会磨灭……”)。后面的属格分词 ἐλπίζοντος καὶ δυναμένου 在逻辑上承接前面的属格 Δημοσθένους,具有条件从句的功能(相当于 εἰ ἤλπιζε καὶ ἐδύνατο,“如果他抱有希望并且能够取胜”)。
