- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg054.humanitext-grc2:11.1-11.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节叙述德摩斯梯尼克服身体缺陷的发声与表演训练,说明他对声调和演艺的重视,并举例展示其演说词的力量以及临场应答时的辛辣机智。
τοῖς δὲ σωματικοῖς ἐλαττώμασι τοιαύτην ἐπῆγεν ἄσκησιν, ὡς ὁ Φαληρεύς Δημήτριος ἱστορεῖ, λέγων αὐτοῦ Δημοσθένους ἀκούειν πρεσβύτου γεγονότος, τὴν μὲν ἀσάφειαν καὶ τραυλότητα τῆς γλώττης ἐκβιάζεσθαι καὶ διαρθροῦν εἰς τὸ στόμα ψήφους λαμβάνοντα καὶ ῥήσεις ἅμα λέγοντα, τὴν δὲ φωνὴν ἐν τοῖς δρόμοις γυμνάζεσθαι καὶ ταῖς πρὸς τὰ σιμὰ προσβάσεσι διαλεγόμενον καὶ λόγους τινὰς ἢ στίχους ἅμα τῷ πνεύματι πυκνουμένῳ προφερόμενον εἶναι δʼ αὐτῷ μέγα κάτοπτρον οἴκοι, καὶ πρὸς τοῦτο τὰς μελέτας ἐξ ἐναντίας ἱστάμενον περαίνειν. λέγεται δέ, ἀνθρώπου προσελθόντος δεομένου συνηγορίας καὶ διεξιόντος ὡς ὑπό του λάβοι πληγάς, ἀλλὰ σύ γε, φάναι τὸν Δημοσθένην, τούτων ὧν λέγεις οὐδὲν πέπονθας.
为了克服身体上的缺陷,他采用了如下的锻炼方式,正如法勒隆的德米特里乌斯所记述的——他自称是德摩斯梯尼晚年时亲耳听他说的:为了纠正口齿不清和结巴、使发音清晰,他把小石子含在口中,同时朗诵篇章;为了锻炼发音,他在奔跑和攀登陡坡时进行对话,并在呼吸急促喘息之际背诵某些言辞或诗句;他家中有一面大镜子,他正对着镜子伫立以完成这些练习。据说,有个人前来请求他为自己辩护,并详细叙述自己如何遭到某人的殴打,“可是你,”德摩斯梯尼说,“对于你所说的那些事,你一点也没有遭遇过。”
ἐπιτείναντος δὲ τὴν φωνὴν τοῦ ἀνθρώπου καὶ βοῶντος ἐγὼ, Δημόσθενες, οὐδὲν πέπονθα; νὴ Δία, φάναι, νῦν ἀκούω φωνὴν ἀδικουμένου καὶ πεπονθότος. οὕτως ᾤετο μέγα πρὸς πίστιν εἶναι τὸν τόνον καὶ τὴν ὑπόκρισιν τῶν λεγόντων, τοῖς μὲν οὖν πολλοῖς ὑποκρινόμενος ἤρεσκε θαυμαστῶς, οἱ δὲ χαρίεντες ταπεινὸν ἡγοῦντο καὶ ἀγεννὲς αὐτοῦ τὸ πλάσμα καὶ μαλακόν, ὧν καὶ Δημήτριος ὁ Φαληρεύς ἐστιν.
那人提高了嗓门大喊道: “德摩斯梯尼,我难道什么都没遭遇吗?” “凭宙斯起誓,”他说,“现在我听到了一个受冤受屈之人的声音。” 他认为演说者的声调与表演对唤起信任是如此重要。因此,他的表演极受大众的惊叹和喜爱,但雅致之士却认为他的做作卑俗、粗鄙而软弱,法勒隆的德米特里乌斯亦在其中。
Αἰσίωνα δέ φησιν Ἕρμιππος, ἐρωτηθέντα περὶ τῶν πάλαι ῥητόρων καὶ τῶν καθʼ αὑτὸν, εἰπεῖν ὡς ἀκούων μὲν ἄν τις ἐθαύμασεν1 ἐκείνους εὐκόσμως καὶ μεγαλοπρεπῶς τῷ δήμῳ διαλεγομένους, ἀναγινωσκόμενοι δʼ οἱ Δημοσθένους λόγοι πολὺ τῇ κατασκευῇ καὶ δυνάμει διαφέρουσιν. οἱ μὲν οὖν γεγραμμένοι τῶν λόγων ὅτι τὸ αὐστηρὸν πολὺ καὶ πικρὸν ἔχουσι, τί ἂν λέγοι τις; ἐν δὲ ταῖς ἀπαντήσεσι ταῖς παρὰ τὸν καιρὸν ἐχρῆτο καὶ τῷ γελοίῳ.
赫尔米普斯记述道,埃西翁被问及古代演说家与同时代演说家时,回答说:听古代演说家演讲,人们会赞赏他们向民众讲话时循规庄重、雍容大度;但德摩斯梯尼的演说词供人阅读时,其结构与力量则远超他们。至于他写下的那些演说词具有极多的严峻与刻薄,这又何须多言?但在临场机变的反驳中,他也运用滑稽之语。
Δημάδου μὲν γὰρ εἰπόντος ἐμὲ Δημοσθένης, ἡ ὗς τὴν Ἀθηνᾶν,2 αὕτη, εἶπεν, ἡ Ἀθηνᾶ πρώην ἐν Κολλυτῷ μοιχεύουσα ἐλήφθη. πρὸς δὲ τὸν κλέπτην ὃς ἐπεκαλεῖτο Χαλκοῦς, καὶ αὐτὸν εἰς τὰς ἀγρυπνίας αὐτοῦ καὶ νυκτογραφίας πειρώμενόν τι λέγειν, οἶδα, εἶπεν, ὅτι σε λυπῶ λύχνον καίων.
比如,当德玛得斯说: “德摩斯梯尼[指教]我?母猪[指教]雅典娜!” 他说道: “这位雅典娜前不久在科利托斯通奸被抓个正着。” 又有一个绰号叫“青铜”的窃贼,也企图讥讽他彻夜不眠与夜间写作之事,德摩斯梯尼说: “我知道我点着油灯惹你不快。
ὑμεῖς δέ, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ θαυμάζετε τὰς γινομένας κλοπάς, ὅταν τοὺς μὲν κλέπτας χαλκοῦς, τοὺς δὲ τοίχους πηλίνους ἔχωμεν.3 ἀλλὰ περὶ μὲν τούτων καίπερ ἔτι πλείω λέγειν ἔχοντες ἐνταῦθα παυσόμεθα· τὸν δʼ ἄλλον αὐτοῦ τρόπον καὶ τὸ ἦθος ἀπὸ τῶν πράξεων καὶ τῆς πολιτείας θεωρεῖσθαι δίκαιόν ἐστιν.
雅典的男人们啊,当我们的盗贼是青铜做的,而我们的墙壁却是泥土做的时候,你们切莫对频发的失窃感到奇怪。” 然而关于这些事,我们虽还能说出更多,但就此打住;而他的其余品格与德性,理当从他的作为和政治生涯中去考察。
- 11.4ἀκούων μὲν ἄν τις ἐθαύμασεν
小词 ἄν 搭配直陈式不定过去时(ἐθαύμασεν),表示对过去情况的潜在可能或非真实条件推测。分词 ἀκούων 承担条件从句的功能(“若是听他们演说”),并与后文的 ἀναγινωσκόμενοι δʼ οἱ Δημοσθένους λόγοι...(“但德摩斯梯尼的演说词在被阅读时……”)形成对比。
- 11.5ἐμὲ Δημοσθένης, ἡ ὗς τὴν Ἀθηνᾶν
此处套用了希腊著名谚语 ὗς Ἀθηνᾶν [διδάσκει](“母猪指教雅典娜”,喻指无知之辈妄图教导智者),动词被省略。前面的 ἐμὲ Δημοσθένης 亦省略了同样的动词,整句意为“德摩斯梯尼教我?正如母猪教雅典娜一样”。
- 11.6ὅταν τοὺς μὲν κλέπτας χαλκοῦς, τοὺς δὲ τοίχους πηλίνους ἔχωμεν
此为双重宾格结构,χαλκοῦς 和 πηλίνους 分别作宾语 τοὺς κλέπτας 与 τοὺς τοίχους 的宾语补足语(述语宾格)。这里运用了双关语,将盗贼的绰号“青铜”(Chalkous)与古希腊房屋易被挖破(挖墙窃贼 τοιχωρύχος)的泥墙(πηλίνους)并置对比。
