← 普鲁塔克

格拉古兄弟传

§Tiberius.9.1-Tiberius.9.5

土地法案的起草与提比略的演说

提比略在多位显达顾问的建议下起草了温和的土地法案,但富人阶层以颠覆政体为借口进行抵制。提比略发表演说反驳,指出连野兽都有巢穴,为祖国浴血奋战的士兵却无立锥之地,以此全力捍卫穷人的利益。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Tiberius.9.1

οὐ μὴν ἐφʼ αὑτοῦ1 γε συνέθηκε τὸν νόμον, τοῖς δὲ πρωτεύουσιν ἀρετῇ καὶ δόξῃ τῶν πολιτῶν συμβούλοις χρησάμενος, ὧν καὶ Κράσσος ἦν ὁ ἀρχιερεὺς καὶ Μούκιος Σκαιβόλας ὁ νομοδείκτης ὑπατεύων τότε καὶ Κλαύδιος Ἄππιος ὁ κηδεστὴς τοῦ Τιβερίου.

诚然,他绝非单凭自己一人草拟这项法案,而是起用了公民中在品德与声望上首屈一指的人士作为顾问,其中包括大祭司克拉苏、时任执政官的法律学家穆基乌斯·斯凯沃拉,以及提比略的岳父阿庇乌斯·克劳狄乌斯。

§Tiberius.9.2

καὶ δοκεῖ νόμος εἰς ἀδικίαν καὶ πλεονεξίαν τοσαύτην μηδέποτε πραότερος γραφῆναι καὶ μαλακώτερος. οὓς γὰρ ἔδει δίκην τῆς ἀπειθείας δοῦναι καὶ μετὰ ζημίας ἣν παρὰ τοὺς νόμους ἐκαρποῦντο χώραν ἀφεῖναι, τούτους ἐκέλευσε2 τιμὴν προσλαμβάνοντας ἐκβαίνειν ὧν ἀδίκως ἐκέκτηντο, καὶ παραδέχεσθαι τοὺς βοηθείας δεομένους τῶν πολιτῶν.

而且人们认为,针对如此巨大的不公与贪求,从来没有起草过比这更为温和柔和的法律了。因为对于那些本应因不服从而受罚、并承担损失交出违规享用之土地的人,提比略却下令让他们在腾出非法占有的土地时额外领取补偿价金,并接纳那些需要救济的公民。

§Tiberius.9.3

ἀλλὰ καίπερ οὕτω τῆς ἐπανορθώσεως οὔσης εὐγνώμονος, ὁ μὲν δῆμος ἠγάπα, παρεὶς τὰ γεγενημένα, παύσασθαι τὸ λοιπὸν ἀδικούμενος, οἱ δὲ πλούσιοι καὶ κτηματικοὶ πλεονεξίᾳ μὲν τὸν νόμον, ὀργῇ δὲ καὶ φιλονεικίᾳ τὸν νομοθέτην διʼ ἔχθους ἔχοντες, ἐπεχείρουν ἀποτρέπειν τὸν δῆμον, ὡς γῆς ἀναδασμὸν ἐπὶ συγχύσει τῆς πολιτείας εἰσάγοντος τοῦ Τιβερίου καὶ πάντα πράγματα κινοῦντος.

然而,尽管改革方案如此合情合理,平民虽然乐于对既往之事不予追究,只要今后不再遭受不公即可,富人和地产主们却出于贪欲而仇视该项法律,出于愤怒和好胜之争而仇视立法者,企图阻挠平民,声称提比略引入土地重新分配是为了颠覆政体、扰乱一切秩序。

§Tiberius.9.4

ἀλλʼ οὐδὲν ἐπέραινον ὁ γὰρ Τιβέριος πρὸς καλὴν ὑπόθεσιν καὶ δικαίαν ἀγωνιζόμενος λόγῳ καὶ φαυλότερα κοσμῆσαι δυναμένῳ3 πράγματα δεινὸς ἦν καὶ ἄμαχος, ὁπότε τοῦ δήμου τῷ βήματι περικεχυμένου καταστὰς λέγοι περὶ τῶν πενήτων, ὡς τὰ μὲν θηρία τὰ τὴν Ἰταλίαν νεμόμενα καὶ φωλεὸν ἔχει καὶ κοιταῖόν ἐστιν αὐτῶν ἑκάστῳ καὶ καταδύσεις, τοῖς δὲ ὑπὲρ τῆς Ἰταλίας μαχομένοις καὶ ἀποθνῄσκουσιν ἀέρος καὶ φωτός, ἄλλου δὲ οὐδενὸς μέτεστιν,4 ἀλλʼ ἄοικοι καὶ ἀνίδρυτοι μετὰ τέκνων πλανῶνται καὶ γυναικῶν, οἱ δὲ αὐτοκράτορες ψεύδονται τοὺς στρατιώτας ἐν ταῖς μάχαις παρακαλοῦντες ὑπὲρ τάφων καὶ ἱερῶν ἀμύνεσθαι τοὺς πολεμίους· οὐδενὶ γάρ ἐστιν οὐ βωμὸς πατρῷος, οὐκ ἠρίον προγονικὸν τῶν τοσούτων Ῥωμαίων, ἀλλʼ ὑπὲρ ἀλλοτρίας τρυφῆς καὶ πλούτου πολεμοῦσι καὶ ἀποθνῄσκουσι, κύριοι τῆς οἰκουμένης εἶναι λεγόμενοι, μίαν δὲ βῶλον ἰδίαν οὐκ ἔχοντες.

但他们一无所成;因为提比略为崇高正义的事业而战,又具备甚至足以润色平庸之事的雄辩口才,因而勇不可当;每当平民簇拥在讲坛周围,他挺身而出为穷人发言,说道:游走在意大利的野兽尚且有穴可归,各有藏身的巢穴与洞窟,而那些为意大利流血牺牲的人,除了空气与光芒之外却一无所有,只能带着妻儿无家可归、流离失所;将领们在战场上劝勉士兵为了坟墓与宗庙抵御敌人,纯属谎言;因为在如此众多的罗马人中,没有一人拥有祖传的祭坛,也没有先祖的墓丘,他们只是为了他人的奢靡与财富而战死沙场,被冠以天下之主的美名,自己却连一片专属的泥土都没有。

语法注4 条
  1. Tiberius.9.1ἐφʼ αὑτοῦ

    前置词 ἐπί 搭配反身代词属格,在此作习语使用,意为“单凭自己一人”或“独断专行”,与后文的分词短语 τοῖς δὲ πρωτεύουσιν... συμβούλοις χρησάμενος(“起用了名流作为顾问”)形成鲜明对比。

  2. Tiberius.9.2οὓς γὰρ ἔδει... τούτους ἐκέλευσε

    此为关系从句(οὓς γὰρ ἔδει... ἀφεῖναι)先置于主句指示代词(τούτους)的相关结构。关系代词 οὓς 是非人称动词 ἔδει 所管辖的不定词 δοῦναι 与 ἀφεῖναι 的逻辑主语(宾格),而主句动词 ἐκέλευσε 则支配 τούτους 及其附带的分词与不定词。

  3. Tiberius.9.4λόγῳ καὶ φαυλότερα κοσμῆσαι δυναμένῳ

    名词 λόγῳ 为手段与格,修饰分词或紧接的形容词 δεινός;在随附的分词短语 καὶ φαυλότερα κοσμῆσαι δυναμένῳ 中,καὶ 用作副词,意为“甚至”,修饰中性复数比较级 φαυλότερα,表示“甚至能够文饰更为平常微末之事(的雄辩)”。

  4. Tiberius.9.5ἀέρος καὶ φωτός, ἄλλου δὲ οὐδενὸς μέτεστιν

    非人称动词 μέτεστι(“享有/分有一份”)的句式,在此支配人的与格(前文的 τοῖς δὲ ὑπὲρ τῆς Ἰταλίας μαχομένοις καὶ ἀποθνῄσκουσιν)以及所享之物的部分属格(ἀέρος καὶ φωτός 与 ἄλλου δὲ οὐδενὸς),意为“除了空气与光芒之外,其余一无所有/无一有份”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.9.1-Tiberius.9.5