← 普鲁塔克

格拉古兄弟传

§Tiberius.10.1-Tiberius.10.7

奥克塔维乌斯的否决与政务中止法令

在地产主们的唆使下,保民官同僚奥克塔维乌斯行使否决权阻挠土地法案,提比略遂提出更为严厉的法案,并颁布敕令暂停所有政务与国库出纳,使政治对抗陷入白热化。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Tiberius.10.1

τούτους ἀπὸ φρονήματος μεγάλου καὶ πάθους ἀληθινοῦ τοὺς λόγους κατιόντας εἰς τὸν δῆμον ἐνθουσιῶντα καὶ συνεξανιστάμενον οὐδεὶς ὑφίστατο τῶν ἐναντίων, ἐάσαντες οὖν τὸ ἀντιλέγειν ἐπὶ Μᾶρκον Ὀκτάβιον τρέπονται τῶν δημάρχων ἕνα, νεανίαν ἐμβριθῆ τὸ ἦθος καὶ κόσμιον, ἑταῖρον δὲ τοῦ Τιβερίου καὶ συνήθη, διὸ τὸ μὲν πρῶτον αἰδούμενος ἐκεῖνον ἀνεδύετο· πολλῶν δὲ καὶ δυνατῶν δεομένων καὶ λιπαρούντων ὥσπερ ἐκβιασθεὶς ἀντικαθίστατο τῷ Τιβερίῳ καὶ διεκρούετο τὸν νόμον. ἔστι δὲ τοῦ κωλύοντος ἐν τοῖς δημάρχοις τὸ κράτος·1 οὐδὲν γὰρ οἱ πολλοὶ κελεύοντες περαίνουσιν ἑνὸς ἐνισταμένου.

面对这些出于博大胸怀与真挚激情的言辞倾注在热情高涨、群起共鸣的平民身上,反对派中无一人能够阻挡。于是他们放弃了反驳,转而求助于保民官之一的马尔库斯·奥克塔维乌斯;此人是一位品性沉稳、举止庄重的青年,也是提比略的同僚与好友。因此起初出于对提比略的敬意,他退避不愿出面;然而在许多有权势之人的恳求与催迫下,他宛如被迫一般站出来与提比略抗衡,并否决了这项法案。在保民官当中,权力掌握在行使否决权之人手中;因为只要有一人提出反对,多数人即便下达指令也一事无成。

§Tiberius.10.3

πρὸς τοῦτο παροξυνθεὶς ὁ Τιβέριος τὸν μὲν φιλάνθρωπον ἐπανείλετο νόμον, τὸν δὲ ἡδίω τε τοῖς πολλοῖς καὶ σφοδρότερον ἐπὶ τοὺς ἀδικοῦντας εἰσέφερεν ἤδη, κελεύων ἐξίστασθαι τῆς χώρας ἣν ἐκέκτηντο παρὰ τοὺς προτέρους νόμους.

提比略对此大为恼怒,撤回了那项宽仁的法案,随即提出了一项更合大众心意、对违法者更严厉的法案,命令他们让出违反先前诸法所占有的土地。

§Tiberius.10.4

ἦσαν οὖν ὁμοῦ τι καθʼ ἑκάστην ἡμέραν ἀγῶνες αὐτῷ πρὸς τὸν Ὀκτάβιον ἐπὶ τοῦ βήματος, ἐν οἷς, καίπερ ἐξ ἄκρας σπουδῆς καὶ φιλονεικίας ἀντερείδοντες, οὐδὲν εἰπεῖν λέγονται περὶ ἀλλήλων φαῦλον, οὐδὲ ῥῆμα προπεσεῖν θατέρου πρὸς τὸν ἕτερον διʼ ὀργὴν ἀνεπιτήδειον. οὐ γὰρ μόνον ἐν βακχεύμασιν, ὡς ἔοικεν, ἀλλὰ καὶ ἐν φιλοτιμίαις καὶ ὀργαῖς τὸ πεφυκέναι καλῶς καὶ πεπαιδεῦσθαι σωφρόνως ἐφίστησι καὶ κατακοσμεῖ τὴν διάνοιαν.

于是,几乎每天他与奥克塔维乌斯都在讲坛上展开辩论;在辩论中,他们虽以极度的热忱和好胜心互相交锋,据说却从未对彼此说过一句卑劣之语,也未曾因愤怒而从任一方向另一方滑出一句不当之词。因为看来不仅在酒神的狂欢中,在争强与忿怒之中,优良的天性与节制的教养同样能够约束并整肃心智。

§Tiberius.10.5

ἐπεὶ δὲ ἑώρα τὸν Ὀκτάβιον ἐνεχόμενον τῷ νόμῳ καὶ κατέχοντα τῆς δημοσίας χώρας συχνὴν ὁ Τιβέριος, ἐδεῖτο παρεῖναι τὴν φιλονεικίαν, ὑφιστάμενος αὐτῷ τὴν τιμὴν ἀποδώσειν ἐκ τῶν ἰδίων, καίπερ οὐ λαμπρῶν ὄντων, οὐκ ἀνασχομένου δὲ τοῦ Ὀκταβίου, διαγράμματι τὰς ἄλλας ἀρχὰς ἁπάσας ἐκώλυσε χρηματίζειν, ἄχρι ἂν ἡ περὶ τοῦ νόμου διενεχθῇ ψῆφος·2 τῷ δὲ τοῦ Κρόνου ναῷ σφραγῖδας ἰδίας ἐπέβαλεν, ὅπως οἱ ταμίαι μηδὲν ἐξ αὐτοῦ λαμβάνοιεν μηδʼ εἰσφέροιεν, καὶ τοῖς ἀπειθήσασι τῶν στρατηγῶν ζημίαν ἐπεκήρυξεν, ὥστε πάντας ὑποδείσαντας ἀφεῖναι τὴν ἑκάστῳ προσήκουσαν οἰκονομίαν.3

但是,当提比略看到奥克塔维乌斯本人也触犯该法并占据了大量公有土地时,便恳求他放弃争执,并承诺从自己的私产中——尽管并不富裕——向他偿付其价值。然而奥克塔维乌斯不肯依从,提比略遂颁布敕令,禁止所有其他官员处理政务,直至对法案的投票完成为止;他又在萨图尔努斯神庙上贴上自己的印封,使财务官们不得从中提取或存入任何公款,并向抗命的执政长官们宣布罚款,以致所有人惶恐不安,放弃了各自应履行的行政职责。

§Tiberius.10.7

ἐντεῦθεν οἱ κτηματικοὶ τὰς μὲν ἐσθῆτας μετέβαλον καὶ περιῄεσαν οἰκτροὶ καὶ ταπεινοὶ κατὰ τὴν ἀγοράν, ἐπεβούλευον δὲ τῷ Τιβερίῳ κρύφα καὶ συνίστασαν ἐπʼ αὐτὸν τοὺς ἀναιρήσοντας, ὥστε κἀκεῖνον οὐδενὸς ἀγνοοῦντος ὑποζώννυσθαι ξιφίδιον λῃστρικόν, ὃ δόλωνα καλοῦσιν.

自此,地产主们改换装束,神情悲惨、卑微地在广场上走动;暗中却策划谋害提比略,纠集刺客伺机将他铲除,以致提比略也在人人皆知的情况下,佩带起一把被称作“多隆”的盗匪式小短剑。

语法注3 条
  1. Tiberius.10.2ἔστι δὲ τοῦ κωλύοντος ἐν τοῖς δημάρχοις τὸ κράτος

    作表语用的属格(表示归属、性质或职能)。意为“权力(τὸ κράτος)属于行使阻拦之人(τοῦ κωλύοντος,实质化现在分词属格)”,在句法上表明了罗马保民官制度中消极否决权(veto)的绝对效力。

  2. Tiberius.10.5διαγράμματι τὰς ἄλλας ἀρχὰς ἁπάσας ἐκώλυσε χρηματίζειν, ἄχρι ἂν ἡ περὶ τοῦ νόμου διενεχθῇ ψῆφος

    由 ἄχρι ἂν 引出的表示时间界限的从句,后接被动第一不定过去时虚拟式(διενεχθῇ)。尽管主句动词 ἐκώλυσε 为过去时态(不定过去时),但从句中保留了虚拟式加 ἄν,因为该从句直接反映了告示(διάγραμμα)中所规定的前瞻性效力条款。

  3. Tiberius.10.6ὥστε πάντας ὑποδείσαντας ἀφεῖναι τὴν ἑκάστῳ προσήκουσαν οἰκονομίαν

    由 ὥστε 加不定式(ἀφεῖναι)构成的结果从句。不定式在逻辑上的主语为宾格 πάντας,分词 ὑποδείσαντας(阳性复数宾格主动不定过去分词)与其一致,表示导致放弃职务的前置因由(“以致众人在惶恐之下放弃了……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.10.1-Tiberius.10.7