- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.8.1-Tiberius.8.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克概述了罗马公地问题的历史演变,说明该问题如何导致贫苦公民破产并助长异族奴隶劳动,并列举了促使提比略·格拉古在出任保民官后着手推行土地改革的种种动机与诱因。
Ῥωμαῖοι τῆς τῶν ἀστυγειτόνων χώρας ὅσην ἀπετέμοντο πολέμῳ, τὴν μὲν ἐπίπρασκον, τὴν δὲ ποιούμενοι δημοσίαν ἐδίδοσαν νέμεσθαι τοῖς ἀκτήμοσι καὶ ἀπόροις τῶν πολιτῶν, ἀποφορὰν οὐ πολλὴν εἰς τὸ δημόσιον τελοῦσιν.
罗马人通过战争从邻近邦族那里夺取的土地中,有一部分予以出卖,另一部分则化为公地,交给那些没有田产、贫困无依的公民耕种,向国库缴纳微薄的地租。
ἀρξαμένων δὲ τῶν πλουσίων ὑπερβάλλειν τὰς ἀποφορὰς καὶ τοὺς πένητας ἐξελαυνόντων, ἐγράφη νόμος οὐκ ἐῶν πλέθρα γῆς ἔχειν πλείονα τῶν πεντακοσίων, καὶ βραχὺν μὲν χρόνον ἐπέσχε τὴν πλεονεξίαν τὸ γράμμα τοῦτο, καὶ τοῖς πένησιν ἐβοήθησε κατὰ χώραν μένουσιν ἐπὶ τῶν μεμισθωμένων καὶ νεμομένοις ἣν ἕκαστος ἐξ ἀρχῆς εἶχε μοῖραν.
然而,随着富人开始提高租金出价并将穷人排挤出去,一项法律被制定出来,禁止拥有超过五百普勒特隆的土地;在一段短时期内,这项律法抑制了贪求,并帮助了穷人,使他们能够留在租地上,耕种各自最初拥有的份额。
ὕστερον δὲ τῶν γειτνιώντων πλουσίων ὑποβλήτοις προσώποις μεταφερόντων τὰς μισθώσεις εἰς ἑαυτούς, τέλος δὲ φανερῶς ἤδη διʼ ἑαυτῶν τὰ πλεῖστα κατεχόντων, ἐξωσθέντες οἱ πένητες οὔτε ταῖς στρατείαις ἔτι προθύμους παρεῖχον ἑαυτούς, ἠμέλουν τε παίδων ἀνατροφῆς, ὥστε ταχὺ τὴν Ἰταλίαν ἅπασαν ὀλιγανδρίας ἐλευθέρων αἰσθέσθαι, δεσμωτηρίων δὲ βαρβαρικῶν ἐμπεπλῆσθαι, διʼ ὧν ἐγεώργουν οἱ πλούσιοι τὰ χωρία, τοὺς πολίτας ἐξελάσαντες.
但后来,相邻的富人们通过假托他人之名,将租约转移到自己名下,最终更是公开由自己占有了绝大部分土地;被驱逐的穷人既不再热心于服兵役,也忽视抚养子女,以至于不久整个意大利都感到了自由人口的匮乏,反而充斥着蛮族奴隶的牢房,富人们在赶走公民之后,正是依靠这些奴隶来耕作田庄。
ἐπεχείρησε μὲν οὖν τῇ διορθώσει Γάιος Λαίλιος ὁ Σκηπίωνος ἑταῖρος ἀντικρουσάντων δὲ τῶν δυνατῶν φοβηθεὶς τὸν θόρυβον καὶ παυσάμενος ἐπεκλήθη σοφὸς ἢ φρόνιμος· ἑκάτερον γὰρ ἐδόκει σημαίνειν ὁ σαπίηνς1 ὁ Τιβέριος δὲ δήμαρχος ἀποδειχθεὶς εὐθὺς ἐπʼ αὐτὴν ὥρμησε τὴν πρᾶξιν, ὡς μὲν οἱ πλεῖστοι λέγουσι, Διοφάνους τοῦ ῥήτορος καὶ Βλοσσίου τοῦ φιλοσόφου παρορμησάντων αὐτόν, ὧν ὁ μὲν Διοφάνης φυγὰς ἦν Μιτυληναῖος, ὁ δὲ αὐτόθεν ἐξ Ἰταλίας Κυμαῖος, Ἀντιπάτρου τοῦ Ταρσέως γεγονὼς ἐν ἄστει συνήθης καὶ τετιμημένος ὑπʼ αὐτοῦ προσφωνήσεσι γραμμάτων φιλοσόφων· ἔνιοι δὲ καὶ Κορνηλίαν συνεπαιτιῶνται τὴν μητέρα πολλάκις τοὺς υἱοὺς ὀνειδίζουσαν ὅτι Ῥωμαῖοι Σκηπίωνος αὐτὴν ἔτι πενθεράν, οὔπω δὲ μητέρα Γράγχων προσαγορεύουσιν.
于是,西庇阿的挚友盖约·莱利乌斯曾尝试进行整治;但当权贵们起而抵制时,他畏惧由此引起的骚乱而作罢,因此被冠以“贤智者”或“审慎者”的称号——因为拉丁语中的“sapiens”似乎兼具这两种含义。然而提比略一被推举为保民官,就立刻投身于这同一事业;正如大多数人所言,是修辞学家狄奥法内斯和哲学家布洛西乌斯促使他如此行动的。他们二人中,狄奥法内斯是来自米蒂利尼的流亡者,而另一人则来自意大利本土的库迈,在罗马城中结识了塔索斯的安提帕特,并承蒙后者以哲学著作的献词予以礼遇。但也有人连带指责他的母亲科尔内利娅,因为她经常斥责儿子们说,罗马人至今仍称她为西庇阿的岳母,却还未称她为格拉古兄弟之母。
ἄλλοι δὲ Σπόριόν τινα Ποστούμιον αἴτιον γενέσθαι λέγουσιν, ἡλικιώτην τοῦ Τιβερίου καὶ πρὸς δόξαν ἐφάμιλλον αὐτῷ περὶ τὰς συνηγορίας, ὃν, ὡς ἐπανῆλθεν ἀπὸ τῆς στρατιᾶς, εὑρὼν πολὺ τῇ δόξῃ καὶ τῇ δυνάμει παρηλλαχότα καὶ θαυμαζόμενον, ἠθέλησεν, ὡς ἔοικεν, ὑπερβαλέσθαι2 πολιτεύματος παραβόλου καὶ μεγάλην προσδοκίαν ἔχοντος ἁψάμενος.
另有人说,某位斯普利乌斯·波斯图米乌斯才是起因,此人与提比略年纪相仿,且在法庭辩论的名望上与他竞争;当提比略从军营归来,发现他在声望与权势上早已遥遥领先并备受赞赏时,似乎便希望通过着手推行一项极具冒险性、寄托着巨大期望的政纲来超越他。
ὁ δʼ ἀδελφὸς αὐτοῦ Γάιος ἔν τινι βιβλίῳ γέγραφεν εἰς Νομαντίαν πορευόμενον διὰ τῆς Τυρρηνίας τὸν Τιβέριον, καὶ τὴν ἐρημίαν τῆς χώρας ὁρῶντα καὶ τοὺς γεωργοῦντας ἢ νέμοντας οἰκέτας ἐπεισάκτους καὶ βαρβάρους, τότε πρῶτον ἐπὶ νοῦν βαλέσθαι τὴν μυρίων κακῶν ἄρξασαν αὐτοῖς πολιτείαν.3 τὴν δὲ πλείστην αὐτὸς ὁ δῆμος ὁρμὴν καὶ φιλοτιμίαν ἐξῆψε, προκαλούμενος διὰ γραμμάτων αὐτὸν ἐν στοαῖς καὶ τοίχοις καὶ μνήμασι καταγραφομένων ἀναλαβεῖν τοῖς πένησι τὴν δημοσίαν χώραν.
然而他的弟弟盖约在某部书中写道,提比略前往努曼提亚途经伊特鲁里亚时,目睹了该地的荒芜萧条,以及从事耕作或放牧的皆为引进的蛮族奴隶,当时便首次在心中酝酿了这一成为他们无数灾难开端的政策。但点燃其主要冲动与雄心的,乃是民众自己;民众通过在柱廊、墙壁和纪念碑上题写的文字,呼吁他为穷人收回公地。
- Tiberius.8.4ἐπεκλήθη σοφὸς ἢ φρόνιμος· ἑκάτερον γὰρ ἐδόκει σημαίνειν ὁ σαπίηνς
ὁ σαπίηνς 是拉丁语词汇 sapiens(智者、审慎者)在希腊语中的音译,带有定冠词。普鲁塔克在此向希腊读者解释,拉丁语的 sapiens 兼有希腊语“智慧(σοφός)”与“审慎/深思熟虑(φρόνιμος)”两种语意,暗示了莱利乌斯放弃改革既可被视为明智,亦可被视作明哲保身的谨慎。
- Tiberius.8.6ὃν, ὡς ἐπανῆλθεν ἀπὸ τῆς στρατιᾶς, εὑρὼν πολὺ τῇ δόξῃ καὶ τῇ δυνάμει παρηλλαχότα καὶ θαυμαζόμενον, ἠθέλησεν, ὡς ἔοικεν, ὑπερβαλέσθαι
关系代词 ὃν(阳性单数宾格,先行词为斯普利乌斯·波斯图米乌斯)置于句首,充当插入的时间从句 ὡς ἐπανῆλθεν ἀπὸ τῆς στρατιᾶς(其主语为提比略)之后的分词 εὑρὼν 的直接宾语。主句动词 ἠθέλησεν 的主语是承前省略的提比略;句首前置宾格关系代词与主句核心之间形成了较为复杂的语序倒装与间隔(hyperbaton)。
- Tiberius.8.7τὴν μυρίων κακῶν ἄρξασαν αὐτοῖς πολιτείαν
αὐτοῖς 为表受损或关涉的与格(dativus incommodi),在此语境中指“对于他们(格拉古兄弟,或宽泛而言的罗马人)”。分词 ἄρξασαν 支配属格 μυρίων κακῶν(“成为无数灾难的发端”),作定语修饰 πολιτείαν(“政策/政制措施”)。
