← 普鲁塔克

格拉古兄弟传

§Tiberius.7.1-Tiberius.7.4

条约引发的问责与提比略的免责

叙述了返回罗马后,执政官曼基努斯因屈辱条约被引渡给敌人,而提比略凭借民众的支持与西庇阿的庇护免受惩处,但这一条约也促成了彼此间的裂痕。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Tiberius.7.1

ἐπεὶ δὲ εἰς Ῥώμην ἐπανῆλθεν, ἡ μὲν ὅλη πρᾶξις ὡς δεινὴ καὶ καταισχύνουσα τὴν Ῥώμην αἰτίαν εἶχε καὶ κατηγορίαν, οἱ δὲ τῶν στρατιωτῶν οἰκεῖοι καὶ φίλοι μέγα μέρος ὄντες τοῦ δήμου συνέτρεχον πρὸς τὸν Τιβέριον, τὰ μὲν αἰσχρὰ τῶν γεγονότων ἀναφέροντες εἰς τὸν ἄρχοντα, διʼ αὐτὸν δὲ σῴζεσθαι τοσούτους πολίτας φάσκοντες.

当他返回罗马时,整起事件被视为可怕且令罗马蒙羞之事而遭受责难与指控;然而士兵们的亲属与友人构成了民众的很大一部分,他们纷纷奔向提比略,将发生之事的耻辱一面归咎于主帅,并宣称正是由于提比略才保全了如此众多的公民。

§Tiberius.7.2

οἱ μέντοι δυσχεραίνοντες τὰ πεπραγμένα μιμεῖσθαι τοὺς προγόνους ἐκέλευον καὶ γὰρ ἐκεῖνοι τοὺς ἀγαπήσαντας ὑπὸ Σαυνιτῶν ἀφεθῆναι στρατηγοὺς1 αὐτούς τε τοῖς πολεμίοις γυμνοὺς προσέρριψαν, καὶ τοὺς ἐφαψαμένους καὶ μετασχόντας τῶν σπονδῶν, οἷον ταμίας καὶ χιλιάρχους, ὁμοίως προὔβαλον, εἰς ἐκείνους τὴν ἐπιορκίαν καὶ τὴν διάλυσιν τῶν ὡμολογημένων τρέποντες.

然而,对所发生之事感到愤恨的人则主张仿效祖先的做法。因为当年祖先们也曾将那些满足于被萨谟奈人释放的将领们自身赤身裸体扔给敌人,并将参与和分担订立条约的人,如财务官和军团长等,同样移交出去,把背誓和撕毁协定的罪责推到他们身上。

§Tiberius.7.3

ἔνθα δὴ καὶ μάλιστα τὴν πρὸς τὸν Τιβέριον εὔνοιαν καὶ σπουδὴν ἐξέφηνεν ὁ δῆμος. τὸν μὲν γὰρ ὕπατον ἐψηφίσαντο γυμνὸν καὶ δεδεμένον παραδοῦναι τοῖς Νομαντίνοις, τῶν δὲ ἄλλων ἐφείσαντο πάντων διὰ Τιβέριον. δοκεῖ δὲ καὶ Σκηπίων βοηθῆσαι, μέγιστος ὢν τότε καὶ πλεῖστον δυνάμενος Ῥωμαίων ἀλλʼ οὐδὲν ἧττον ἐν αἰτίαις ἦν ὅτι τὸν Μαγκῖνον οὐ περιέσωσεν, οὐδὲ τὰς σπονδὰς ἐμπεδωθῆναι τοῖς Νομαντίνοις ἐσπούδασε διʼ ἀνδρὸς οἰκείου καὶ φίλου τοῦ Τιβερίου γενομένας.

正是在此时,民众最为充分地展现了对提比略的好意与热忱。他们决议将执政官剥光衣物并捆绑起来交予努曼提亚人,却因提比略的缘故赦免了其余所有的人。西庇阿在当时是罗马人中最伟大、权势最大的人,据信也曾施以援手;尽管如此,他依然受到责难,因为他既没有解救曼基努斯,也没有尽力让针对努曼提亚人的条约得以确立落实,而那条约正是经由他的姻亲兼友人提比略达成的。

§Tiberius.7.4

τὸ δὲ πλεῖστον ἔοικεν ἐκ φιλοτιμίας καὶ τῶν ἐπαιρόντων τὸν Τιβέριον φίλων καὶ σοφιστῶν ἐκγενέσθαι τὰ τῆς διαφορᾶς,2 ἀλλʼ αὕτη γε πρὸς οὐδὲν ἀνήκεστον οὐδὲ φαῦλον ἐξέπεσε, δοκεῖ δʼ ἄν μοι μηδαμῶς περιπεσεῖν ὁ Τιβέριος οἷς ἔπαθεν, εἰ παρῆν αὐτοῦ τοῖς πολιτεύμασι Σκηπίων ὁ Ἀφρικανός·3 νῦν δὲ ἐκείνου περὶ Νομαντίαν ὄντος ἤδη καὶ πολεμοῦντος ἥψατο τῆς περὶ τοὺς νόμους πολιτείας ἐκ τοιαύτης αἰτίας.

这场不和的大部分缘由,似乎出自争强好胜的野心以及那些鼓动提比略的友人和智术师,但这不和并未演变成任何无可挽回或恶劣之事。在我看来,如果阿非利加的西庇阿曾亲临提比略施政的现场,提比略断不至于落得后来的悲惨下场;然而事实上,就在西庇阿已在努曼提亚一带作战之际,提比略出于如下的原因着手开展了立法方面的政务。

语法注3 条
  1. Tiberius.7.2τοὺς ἀγαπήσαντας ὑπὸ Σαυνιτῶν ἀφεθῆναι στρατηγοὺς

    ἀγαπήσαντας 支配不定式 ἀφεθῆναι,表示对某种妥协处境的满足或默认(“满足于被释放”)。此处指公元前321年卡乌迪乌姆峡谷之役中罗马将领们的先例。

  2. Tiberius.7.4τὸ δὲ πλεῖστον ἔοικεν ἐκ φιλοτιμίας καὶ τῶν ἐπαιρόντων τὸν Τιβέριον φίλων καὶ σοφιστῶν ἐκγενέσθαι τὰ τῆς διαφορᾶς

    该句的主语是中性复数短语 τὰ τῆς διαφορᾶς(“关于争端之事/不和的端倪”),谓语动词 ἔοικεν 支配不定式 ἐκγενέσθαι(“产生”)。句首的 τὸ πλεῖστον 用作状语性宾格(“大部分”),修饰表示起因的介词短语 ἐκ φιλοτιμίας...。

  3. Tiberius.7.4δοκεῖ δʼ ἄν μοι μηδαμῶς περιπεσεῖν ὁ Τιβέριος οἷς ἔπαθεν, εἰ παρῆν αὐτοῦ τοῖς πολιτεύμασι Σκηπίων ὁ Ἀφρικανός·

    小词 ἄν 修饰不定式 περιπεσεῖν,与条件从句 εἰ παρῆν(未完成过去直陈语气)共同构成与过去事实相反的虚拟条件句。由于从属于 δοκεῖ 的间接引语,主句原有的“直陈语气过去时 + ἄν”转化为“不定式 + ἄν”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.7.1-Tiberius.7.4