← 普鲁塔克

格拉古兄弟传

§Tiberius.6.1-Tiberius.6.3

在努曼提亚追回财务官账版

提比略为追回被掳走的财务官账版,仅率数名随从返回努曼提亚城;他受到当地人的热情款待,取回了账版和公祭所用的乳香后告辞离去。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Tiberius.6.1

τὰ δὲ ἐν τῷ χάρακι ληφθέντα χρήματα πάντα κατέσχον οἱ Νομαντῖνοι καὶ διεπόρθησαν. ἐν δὲ τούτοις καὶ πινακίδες ἦσαν τοῦ Τιβερίου, γράμματα καὶ λόγους ἔχουσαι τῆς ταμιευτικῆς ἀρχῆς, ἃς περὶ πολλοῦ ποιούμενος ἀπολαβεῖν, ἤδη τοῦ στρατοῦ προκεχωρηκότος ἀνέστρεψε πρὸς τὴν πόλιν, ἔχων μεθʼ ἑαυτοῦ τρεῖς ἢ τέτταρας ἑταίρους.

然而,努曼提亚人扣留并洗劫了在营地缴获的所有财物。其中也包括提比略的账版,上面载有他担任财务官职务期间的文书与账目。提比略极欲收回这些账版,于是尽管大军已经启程前进,他仍带着三四名同伴返回了那座城邦。

§Tiberius.6.2

ἐκκαλέσας δὲ τῶν Νομαντίνων τοὺς ἄρχοντας ἠξίου κομίσασθαι τὰς δέλτους, ὡς μὴ παράσχοι τοῖς ἐχθροῖς διαβολήν οὐκ ἔχων ἀπολογίσασθαι περὶ τῶν ᾠκονομημένων.1 ἡσθέντες οὖν οἱ Νομαντῖνοι τῇ συντυχίᾳ τῆς χρείας παρεκάλουν αὐτὸν εἰσελθεῖν εἰς τὴν πόλιν· ὡς δὲ εἱστήκει βουλευόμενος, ἐγγὺς προσελθόντες ἐνεφύοντο ταῖς χερσὶ, καὶ λιπαρεῖς ἦσαν δεόμενοι μηκέτι νομίζειν αὐτοὺς πολεμίους, ἀλλʼ ὡς φίλοις χρῆσθαι καὶ πιστεύειν.

他召出努曼提亚人的官长,请求收回那些账版,免得因为无法就其经手的公务作出交代而给政敌提供诽谤的口实。努曼提亚人因他有所需求适逢其会而欣喜,力劝他进城。当他还在踌躇权衡之际,他们走近前去,紧紧握住他的双手,切切恳求他不要再将他们视为仇敌,而是像对待朋友一样相待并予以信任。

§Tiberius.6.3

ἔδοξεν οὖν τῷ Τιβερίῳ ταῦτα ποιεῖν, τῶν τε δέλτων περιεχομένῳ καὶ δεδοικότι παροξύνειν ὡς ἀπιστουμένους τοὺς Νομαντίνους.2 εἰσελθόντι δὲ εἰς τὴν πόλιν πρῶτον μὲν ἄριστον παρέθεσαν, καὶ πᾶσαν ἐποιήσαντο δέησιν ἐμφαγεῖν τι κοινῇ μετʼ αὐτῶν καθήμενον ἔπειτα τὰς δέλτους ἀπέδοσαν, καὶ τῶν ἄλλων ἃ βούλοιτο χρημάτων λαβεῖν ἐκέλευον. ὁ δʼ οὐδὲν ἢ τὸν λιβανωτὸν ᾧ πρὸς τὰς δημοσίας ἐχρῆτο θυσίας λαβών, ἀπῆλθεν ἀσπασάμενος καὶ φιλοφρονηθεὶς τοὺς ἄνδρας.

于是提比略决定依从所请,这既是因为他割舍不下那些账版,也是唯恐努曼提亚人因受怀疑而遭激怒。当他进城后,他们首先为他摆上昼餐,百般恳请他入座与他们同席共餐;随后他们交还了账版,并劝他在其余财物中随意拿取想要的。但他除了取走自己在举行公祭时所用的乳香之外,别无所取,随后便向那些人致敬示好,告辞离去。

语法注2 条
  1. Tiberius.6.2ὡς μὴ παράσχοι τοῖς ἐχθροῖς διαβολήν οὐκ ἔχων ἀπολογίσασθαι περὶ τῶν ᾠκονομημένων

    连词 ὡς μή 接希求式 παράσχοι,在主句过去时动词 ἠξίου 之后引导否定目的从句(“以免……”)。分词 οὐκ ἔχων 表客观原因(“因无法交代……”)而非假设条件,故此处使用否定词 οὐ 而非 μή。

  2. Tiberius.6.3τῶν τε δέλτων περιεχομένῳ καὶ δεδοικότι παροξύνειν ὡς ἀπιστουμένους τοὺς Νομαντίνους

    中间态动词 περιέχομαι 意为“执意要得到、紧抓不放”,支配属格 τῶν δέλτων。ὡς ἀπιστουμένους 结构为 ὡς 接被动态宾格分词,与 παροξύνειν 的逻辑宾语 τοὺς Νομαντίνους 一致,表示努曼提亚人主观感受到的由头(“认为自己不被信任”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.6.1-Tiberius.6.3