← 普鲁塔克

格拉古兄弟传

§Tiberius.5.1-Tiberius.5.4

努曼提亚停战条约与拯救罗马军队

提比略担任财务官随不走运的执政官曼奇努斯出征努曼提亚并陷入绝境;凭借自身声誉与父辈遗德,他赢得敌方信任并谈判缔约,挽救了两万名罗马士兵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Tiberius.5.1

μετὰ δὲ τὴν στρατείαν ἐκείνην αἱρεθεὶς ταμίας ἔλαχε τῶν ὑπάτων Γαΐῳ Μαγκίνῳ συστρατεύειν ἐπὶ Νομαντίνους, ἀνθρώπῳ μὲν οὐ πονηρῷ, βαρυποτμοτάτῳ δὲ Ῥωμαίων στρατηγῷ, διὸ καὶ μᾶλλον ἐν τύχαις παραλόγοις καὶ πράγμασιν ἐναντίοις τοῦ Τιβερίου διέλαμψεν οὐ μόνον τὸ συνετὸν καὶ ἀνδρεῖον, ἀλλʼ, ὃ θαυμάσιον ἦν, αἰδώς τε πολλὴ καὶ τιμὴ τοῦ ἄρχοντος, ὑπὸ τῶν κακῶν οὐδʼ ἑαυτὸν, εἰ στρατηγός ἐστιν, ἐπιγινώσκοντος.1

在那次远征之后,他当选为财务官,抽签分派在执政官之一盖乌斯·曼奇努斯手下随军出征努曼提亚人。曼奇努斯虽非恶人,却是罗马将领中最不幸的一位;因此,在出乎意料的厄运和逆境之中,不仅提比略的睿智与英勇越发显耀,而且更令人赞叹的是,他对那位在苦难重压下甚至认不清自己是否还是主帅的指挥官,表现出了极大的敬重与礼遇。

§Tiberius.5.2

ἡττηθεὶς γὰρ μάχαις μεγάλαις ἐπεχείρησε μὲν ἀναζευγνύναι νυκτὸς, ἐκλιπὼν τὸ στρατόπεδον αἰσθομένων δὲ τῶν Νομαντίνων καὶ τὸ μὲν στρατόπεδον εὐθὺς λαβόντων, τοῖς δὲ ἀνθρώποις ἐπιπεσόντων φεύγουσι καὶ τοὺς ἐσχάτους φονευόντων, τὸ δὲ πᾶν ἐγκυκλουμένων στράτευμα καὶ συνωθούντων εἰς τόπους χαλεποὺς καὶ διάφευξιν οὐκ ἔχοντας, ἀπογνοὺς τὴν ἐκ τοῦ βιάζεσθαι σωτηρίαν ὁ Μαγκῖνος ἐπεκηρυκεύετο περὶ σπονδῶν καὶ διαλύσεων πρὸς αὐτούς·

因为曼奇努斯在数场大战中惨败,企图弃营乘夜撤退;然而努曼提亚人发觉了这一点,立即夺取了军营,袭击逃跑的军士并斩杀殿后者,进而包围了全军,将他们驱逼至险恶而无法脱逃的绝境。曼奇努斯对通过强行突围脱险绝望,遂向他们派出使者,商议停战与讲和。

§Tiberius.5.3

οἱ δὲ πιστεύειν ἔφασαν οὐδενὶ πλὴν μόνῳ Τιβερίῳ, καὶ τοῦτον ἐκέλευον ἀποστέλλειν πρὸς αὐτούς, ἐπεπόνθεσαν δὲ τοῦτο καὶ διʼ αὐτὸν τὸν νεανίσκον ἦν γὰρ αὐτοῦ πλεῖστος λόγος ἐπὶ στρατιᾶς, καὶ μεμνημένοι τοῦ πατρὸς Τιβερίου, ὃς πολεμήσας Ἴβηρσι καὶ πολλοὺς καταστρεψάμενος εἰρήνην ἔθετο πρὸς τοὺς Νομαντίνους καὶ ταύτην ἐμπεδοῦντα τὸν δῆμον ὀρθῶς καὶ δικαίως ἀεὶ παρέσχεν.2

但敌人声称除提比略一人之外绝不信任任何人,并要求把他派往他们那里。他们有这种态度,一方面是因为这个年轻人本身——因为在军中到处都盛赞他——另一方面也是因为铭记他的父亲提比略,其父曾与伊比利亚人作战并征服多人,却同努曼提亚人缔结和平,并始终促使罗马人民端正公允地信守该合约。

§Tiberius.5.4

οὕτω δὴ πεμφθεὶς ὁ Τιβέριος καὶ συγγενόμενος τοῖς ἀνδράσι, καὶ τὰ μὲν πείσας, τὰ δὲ δεξάμενος ἐσπείσατο, καὶ δισμυρίους ἔσωσε περιφανῶς Ῥωμαίων πολίτας, ἄνευ θεραπείας καὶ τῶν ἔξω τάξεως ἑπομένων.

提比略就这样被派去与他们会晤,在某些条款上说服了对方,在某些条款上予以接受,从而缔结了和约,昭彰地挽救了两万名罗马公民的性命,这还不包括奴仆和非编随军人员。

语法注2 条
  1. Tiberius.5.1αἰδώς τε πολλὴ καὶ τιμὴ τοῦ ἄρχοντος, ὑπὸ τῶν κακῶν οὐδʼ ἑαυτὸν, εἰ στρατηγός ἐστιν, ἐπιγινώσκοντος

    名词 αἰδώς 与 τιμή 所带的 τοῦ ἄρχοντος 为宾格性属格(客体属格),意为“对指挥官的敬重与礼遇”。其后的分词短语中出现先取构词(prolepsis):间接疑问从句 εἰ στρατηγός ἐστιν 的主语被提至从句之前作为 ἐπιγινώσκοντος 的宾语 ἑαυτόν,生动刻画了指挥官在厄运压迫下连自己是否仍为主帅都无法辨清的失神状态。

  2. Tiberius.5.3ταύτην ἐμπεδοῦντα τὸν δῆμον ὀρθῶς καὶ δικαίως ἀεὶ παρέσχεν

    此处采用 παρέχω + 宾语(宾格 τὸν δῆμον)+ 补充成分分词(ἐμπεδοῦντα)结构,意为“使罗马人民始终端正公正地恪守该和约(ταύτην,指代前文的 εἰρήνην)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.5.1-Tiberius.5.4