← 普鲁塔克

格拉古兄弟传

§Tiberius.4.1-Tiberius.4.5

提比略的婚约与第三次布匿战争中的战功

提比略·格拉古因其美德在青年时期即出任奥古尔祭司,并与阿庇乌斯·克劳狄乌斯的女儿订婚;随后他跟随小西庇阿出征第三次布匿战争,以严明的纪律和首登敌阵的战功声名远播。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Tiberius.4.1

ἐκεῖνος τοίνυν εὐθὺς ἐκ παίδων γενόμενος οὕτως ἦν περιβόητος ὥστε τῆς τῶν αὐγούρων λεγομένης ἱερωσύνης ἀξιωθῆναι διʼ ἀρετὴν μᾶλλον ἢ διὰ τὴν εὐγένειαν. ἐδήλωσε δὲ Ἄππιος Κλαύδιος, ἀνὴρ ὑπατικὸς καὶ τιμητικὸς καὶ προγεγραμμένος κατʼ ἀξίωμα τῆς Ῥωμαίων βουλῆς1 καὶ πολὺ φρονήματι τοὺς καθʼ αὑτὸν ὑπεραίρων. ἑστιωμένων γὰρ ἐν ταὐτῷ τῶν ἱερέων, προσαγορεύσας τὸν Τιβέριον καὶ φιλοφρονηθεὶς, αὐτὸς ἐμνᾶτο τῇ θυγατρὶ νυμφίον.

提比略刚脱离童年时代,便声名显赫,以致因其美德而非其高贵门第便被认为足以担任所谓奥古尔祭司。曾任执政官与监察官、在罗马元老院中按位阶列名第一、气概远超同时代人的阿庇乌斯·克劳狄乌斯明确体现了这一点。因为当祭司们在一处宴饮时,阿庇乌斯亲切地向提比略致意,主动为自己的女儿向他提亲。

§Tiberius.4.2

δεξαμένου δὲ ἀσμένως ἐκείνου καὶ τῆς καταινέσεως οὕτω γενομένης, εἰσιὼν ὁ Ἄππιος οἴκαδε πρὸς αὑτὸν ἀπὸ τῆς θύρας εὐθὺς ἐκάλει τὴν γυναῖκα μεγάλῃ τῇ φωνῇ βοῶν, ὦ Ἀντιστία, τὴν Κλαυδίαν ἡμῶν ἀνδρὶ καθωμολόγηκα. κἀκείνη θαυμάσασα, τίς, εἶπεν, ἡ σπουδή ἢ τί τὸ τάχος; εἰ δὲ Τιβέριον αὐτῇ Γράγχον εὑρήκεις νυμφίον.2

在提比略欣然应允、婚约就此达成之后,阿庇乌斯回到家中,立刻在门口大声呼唤妻子喊道: “安提斯提娅啊,我已经把我们的克劳狄娅许配给一位夫君了!” 妻子惊讶地说道: “为何如此急迫,又为何这般匆忙?除非你给她找到提比略·格拉古做了夫婿。”

§Tiberius.4.3

οὐκ ἀγνοῶ δὲ ὅτι τοῦτό τινες ἐπὶ τὸν πατέρα τῶν Γράγχων Τιβέριον καὶ Σκηπίωνα τὸν Ἀφρικανὸν ἀναφέρουσιν, ἀλλʼ οἱ πλείους ὡς ἡμεῖς γράφομεν ἱστοροῦσι, καὶ Πολύβιος μετὰ τὴν Σκηπίωνος Ἀφρικανοῦ τελευτὴν τοὺς οἰκείους φησὶν ἐκ πάντων προκρίναντας τὸν Τιβέριον δοῦναι τὴν Κορνηλίαν, ὡς ὑπὸ τοῦ πατρὸς ἀνέκδοτον καὶ ἀνέγγυον ἀπολειφθεῖσαν.

我也并非不知道,有人把这件事情附会到格拉古兄弟的父亲提比略和大西庇阿·阿非利加努斯身上,但大多数人的记载正如我所写;波利比乌斯也说,在大西庇阿去世后,其亲属在所有人中挑中提比略,把科尔内利亚嫁给了他,因为她被父亲留下时既未出嫁也未订婚。

§Tiberius.4.4

ὁ δʼ οὖν νεώτερος Τιβέριος στρατευόμενος ἐν Λιβύῃ μετὰ τοῦ δευτέρου Σκηπίωνος, ἔχοντος αὑτοῦ τὴν ἀδελφήν, ὁμοῦ συνδιαιτώμενος ὑπὸ σκηνὴν τῷ στρατηγῷ ταχὺ μὲν αὐτοῦ τὴν φύσιν κατέμαθε, πολλὰ καὶ μεγάλα πρὸς ζῆλον ἀρετῆς καὶ μίμησιν ἐπὶ τῶν πράξεων ἐκφέρουσαν,3 ταχὺ δὲ τῶν νέων πάντων ἐπρώτευεν εὐταξίᾳ καὶ ἀνδρείᾳ·

总之,年轻的提比略同娶了他姐姐的第二位西庇阿在利比亚从军,与主帅在同一顶军帐下共同起居,迅速领会了主帅的品性——这种品性在行动中激发了许多追随和效法美德的伟大特质;很快,他在纪律和英勇方面便在全体青年中名列前茅。

§Tiberius.4.5

καὶ τοῦ γε τείχους ἐπέβη τῶν πολεμίων πρῶτος, ὥς φησι Φάννιος, λέγων καὶ αὐτὸς τῷ Τιβερίῳ συνεπιβῆναι καὶ συμμετασχεῖν ἐκείνης τῆς ἀριστείας. πολλὴν δὲ καὶ παρὼν εὔνοιαν εἶχεν ἐν τῷ στρατοπέδῳ καὶ πόθον ἀπαλλαττόμενος αὑτοῦ κατέλιπε.

据范尼乌斯所言,他更是第一个登上敌军城墙的人,范尼乌斯自称也曾与提比略一同登上城墙,分享了那份战功。他在军营中时深受爱戴,离去时更给人们留下了深切的眷恋。

语法注3 条
  1. Tiberius.4.1προγεγραμμένος κατʼ ἀξίωμα τῆς Ῥωμαίων βουλῆς

    分词 προγεγραμμένος 字面意为“列名于首位”,是希腊语对罗马政治术语 princeps senatus(元老院第一人/首席元老)的译介表达。介词短语 κατʼ ἀξίωμα(按尊严/位阶)修饰该分词,表明其在罗马元老院名册中位居首领地位。

  2. Tiberius.4.2εἰ δὲ Τιβέριον αὐτῇ Γράγχον εὑρήκεις νυμφίον

    这是一个带有修辞色彩的省略条件句,其结果主句(如“何至于这般匆忙”)在语境中被省略。部分版本校订为 εἰ μὴ(“除非”),但手稿传承的 εἰ δὲ 则具有“但若是你给她找了提比略·格拉古为婿(那倒另当别论,否则何必如此)”的言外之意。

  3. Tiberius.4.4πολλὰ καὶ μεγάλα πρὸς ζῆλον ἀρετῆς καὶ μίμησιν ἐπὶ τῶν πράξεων ἐκφέρουσαν

    分词短语 ἐκφέρουσαν 与先行词 τὴν φύσιν(主帅的品性,宾格阴性单数)一致。动词 ἐκφέρω 在此处意为“产出、展现出”。介词短语 πρὸς ζῆλον ἀρετῆς καὶ μίμησιν(旨在对美德的热望与仿效)表倾向目的,而 ἐπὶ τῶν πράξεων(在行动中)修饰仿效。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.4.1-Tiberius.4.5