- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.21.1-Tiberius.21.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
元老院为安抚民众而允许补选土地分配委员,但纳西卡因面临民众的强烈愤怒而被实际流放至亚细亚并客死于佩加蒙,就连谴责提贝里乌斯的小西庇阿也险些失去民心。
ἡ δὲ βουλὴ θεραπεύουσα τὸν δῆμον ἐκ τῶν παρόντων οὔτε πρὸς τὴν διανομὴν ἔτι τῆς χώρας ἠναντιοῦτο, καὶ ἀντὶ τοῦ Τιβερίου προὔθηκε τοῖς πολλοῖς ὁριστὴν ἑλέσθαι. λαβόντες δὲ τὰς ψήφους εἵλοντο Πόπλιον Κράσσον, οἰκεῖον ὄντα Γράγχῳ· θυγάτηρ γὰρ αὐτοῦ Λικιννία Γαΐῳ Γράγχῳ συνῴκει.
元老院鉴于眼前的局势,为了安抚民众,不再反对分配土地,并提议由平民推选一人接替提贝里乌斯担任土地分配委员。众人投票选出了普布利乌斯·克拉苏,他是格拉古的姻亲;因为他的女儿利基尼娅嫁给了盖乌斯·格拉古。
καίτοι Νέπως ὁ Κορνήλιός φησιν οὐ Κράσσου, Βρούτου δὲ τοῦ θριαμβεύσαντος ἀπὸ Λυσιτανῶν θυγατέρα γῆμαι Γάιον· ἀλλὰ οἱ πλείους ὡς ἡμεῖς γράφομεν ἱστοροῦσιν. ἐπεὶ δὲ χαλεπῶς μὲν ὁ δῆμος εἶχε τῷ θανάτῳ τοῦ Τιβερίου καὶ φανερὸς ἦν ἀμύνης περιμένων καιρόν, ἤδη δὲ καὶ δίκαι τῷ Νασικᾷ προανεσείοντο, δείσασα περὶ τοῦ ἀνδρὸς ἡ βουλὴ ψηφίζεται μηδὲν δεομένη1 πέμπειν αὐτὸν εἰς Ἀσίαν.
不过科尔内利乌斯·奈波斯说,盖乌斯所娶的并非克拉苏的女儿,而是因征服卢西塔尼亚人而举行凯旋式的布鲁图之女;但多数历史家所记载的正如我所写。然而,鉴于民众对提贝里乌斯之死深感悲愤,显然在窥伺复仇的时机,且已有针对纳西卡的诉讼在酝酿威胁,元老院为纳西卡的安危担忧,便投票决议将他派往亚细亚,尽管并无此种必要。
οὐ γὰρ ἀπεκρύπτοντο κατὰ τὰς ἀπαντήσεις οἱ ἄνθρωποι τὴν δυσμένειαν, ἀλλʼ ἐξηγριαίνοντο καὶ κατεβόων ὅπου προστύχοιεν, ἐναγῆ καὶ τύραννον καὶ μεμιαγκότα φόνῳ σώματος ἀσύλου καὶ ἱεροῦ τὸ ἁγιώτατον καὶ φρικωδέστατον ἐν τῇ πόλει τῶν ἱερῶν2 ἀποκαλοῦντες. οὕτω μὲν ὑπεξῆλθε τῆς Ἰταλίας ὁ Νασικᾶς, καίπερ ἐνδεδεμένος ταῖς μεγίσταις ἱερουργίαις· ἦν γὰρ ὁ μέγιστος καὶ πρῶτος τῶν ἱερέων, ἔξω δὲ ἀλύων καὶ πλανώμενος ἀδόξως οὐ μετὰ πολὺν χρόνον κατέστρεψε περὶ Πέργαμον.
因为人们在街头相遇时毫不掩饰其敌意,无论何处碰见他都会愤怒地高声斥骂,称他是被诅咒者、僭主,用残杀不可侵犯之神圣肉体的方式玷污了城邦中最神圣、最令人敬畏的神域。纳西卡就这样离开了意大利,尽管他受束缚于最高祭礼;因为他是祭司长与首席祭司。然而他在异乡失魂落魄、不光彩地颠沛流离,不久便死于佩加蒙附近。
οὐ δεῖ δὲ θαυμάζειν εἰ Νασικᾶν μεμίσηκεν οὕτως ὁ δῆμος, ὅπου καὶ Σκηπίων ὁ Ἀφρικανός, οὗ δοκοῦσι Ῥωμαῖοι μηδένα δικαιότερον μηδὲ μᾶλλον ἀγαπῆσαι, παρὰ μικρὸν ἦλθεν ἐκπεσεῖν3 καὶ στέρεσθαι τῆς πρὸς τὸν δῆμον εὐνοίας, ὅτι πρῶτον μὲν ἐν Νομαντίᾳ τὴν τελευτὴν τοῦ Τιβερίου πυθόμενος ἀνεφώνησεν ἐκ τῶν Ὁμηρικῶν "ὣς ἀπόλοιτο καὶ ἄλλος ὅτις τοιαῦτά γε ῥέζοι,"
人们完全不必对民众如此仇恨纳西卡感到惊异,因为就连罗马人似乎爱之最深、最当之无愧的阿非利加努斯·西庇阿,也险些丧失并被剥夺了民众对他的好感。这首先是因为他在努曼提亚获悉提贝里乌斯的死讯时,引用了荷马的诗句高呼: “愿再有行如此之事者,亦皆如此灭亡!”
ἔπειτα τῶν περὶ Γάϊον καὶ Φούλβιον αὐτοῦ διʼ ἐκκλησίας πυνθανομένων τί φρονοίη περὶ τῆς Τιβερίου τελευτῆς, οὐκ ἀρεσκομένην τοῖς ὑπʼ ἐκείνου πεπολιτευμένοις ἀπόκρισιν ἔδωκεν. ἐκ τούτου γὰρ ὁ μὲν δῆμος ἀντέκρουσεν αὐτῷ λέγοντι, μηδέπω τοῦτο ποιήσας πρότερον, αὐτὸς δὲ τὸν δῆμον εἰπεῖν κακῶς προήχθη, περὶ μὲν τούτων ἐν τῷ Σκηπίωνος βίῳ τὰ καθʼ ἕκαστα γέγραπται.
其次,当盖乌斯和富尔维乌斯一派人在公民大会上询问他对于提贝里乌斯之死持何看法时,他的回答对提贝里乌斯所推行的政策毫无赞同之意。因为由此,民众在他演说时报以喝倒彩的抗议(此前从未有过此举),而他本人也被激怒以恶言反击民众。关于这些细节,已在《西庇阿传》中详加记载。
- Tiberius.21.2μηδὲν δεομένη
分词 δεομένη(源自动词 δέομαι)在性、数、格上与主语 ἡ βουλὴ 一致,与否定词 μηδέν 连用,构成让步性的副词用法,意为“尽管并无任何需要/公务”,表明元老院所谓的出使亚细亚只是一场掩人耳目的变相政治避难或体面流放。
- Tiberius.21.3μεμιαγκότα φόνῳ σώματος ἀσύλου καὶ ἱεροῦ τὸ ἁγιώτατον καὶ φρικωδέστατον ἐν τῇ πόλει τῶν ἱερῶν
完成时分词 μεμιαγκότα 的直接宾语被后置:即 τὸ ἁγιώτατον καὶ φρικωδέστατον ἐν τῇ πόλει τῶν ἱερῶν(城中最神圣、最受敬畏之圣所,即卡皮托尔山),而 φόνῳ σώματος ἀσύλου καὶ ἱεροῦ 则是表示手段或原因的与格短语(“借由屠杀不可侵犯的神圣肉体”)。这种倒装与离隔结构凸显了其亵渎最尊贵圣所的罪责。
- Tiberius.21.4παρὰ μικρὸν ἦλθεν ἐκπεσεῖν
成语结构 παρὰ μικρὸν ἔρχομαι(或 γίγνομαι)后接不定词,意为“险些……/差一点就……”。此处支配 ἐκπεσεῖν καὶ στέρεσθαι τῆς ... εὐνοίας(失去并被剥夺……的恩宠/好感),强调西庇阿当时几乎彻底丧失了民心。
