- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.20.1-Tiberius.20.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
提贝里乌斯之死是王政废除以来罗马首次以流血收场的内讧。富人们将其遗体抛入河中并残酷清洗其党羽,布洛西乌斯在受审时坚称对提贝里乌斯的忠诚,后流亡自杀。
ταύτην πρώτην ἱστοροῦσιν ἐν Ῥώμῃ στάσιν, ἀφʼ οὗ τὸ βασιλεύεσθαι κατέλυσαν, αἵματι καὶ φόνῳ πολιτῶν διακριθῆναι· τὰς δὲ ἄλλας οὔτε μικρὰς οὔτε περὶ μικρῶν γενομένας ἀνθυπείκοντες ἀλλήλοις, φόβῳ μὲν οἱ δυνατοὶ τῶν πολλῶν, αἰδούμενοι δὲ τὴν βουλὴν ὁ δῆμος, ἔπαυον. ἐδόκει δὲ καὶ τότε μὴ χαλεπῶς ἂν ἐνδοῦναι παρηγορηθεὶς ὁ Τιβέριος, ἔτι δὲ ῥᾷον εἶξαι δίχα φόνου καὶ τραυμάτων ἐπιοῦσιν· οὐ γὰρ πλείονες ἢ τρισχίλιοι περὶ αὐτὸν ἦσαν. ἀλλʼ ἔοικεν ὀργῇ τῶν πλουσίων καὶ μίσει πλέον ἢ διʼ ἃς ἐσκήπτοντο προφάσεις ἡ σύστασις ἐπʼ αὐτὸν γενέσθαι· καὶ τούτου μέγα τεκμήριον ὠμῶς καὶ παρανόμως ὑβρισθεὶς ὁ νεκρός,1 οὐ γὰρ ἐπέτρεψαν ἀνελέσθαι τὸ σῶμα τῷ ἀδελφῷ δεομένῳ καὶ θάψαι νυκτός, ἀλλὰ μετὰ τῶν ἄλλων νεκρῶν εἰς τὸν ποταμὸν ἔρριψαν.
据记载,自废除王政以来,这是罗马第一场以公民的流血和杀戮来定局的党争;其余的争端虽然既非微小,涉及的事情也非轻微,但双方皆互相让步而加以平息,显要者出于对大众的恐惧,平民则出于对元老院的敬畏。看来即便在当时,若加以规劝,提贝里乌斯也并非不易退让;若来者未伴以杀戮与创伤,他甚至会更容易妥协;因为跟随在他身边的人不过三千。然而,反对他的联合行动似乎更多是出于富人的愤怒和仇恨,而非出于他们所借托的借口;其尸体受到的残酷而不法的凌辱,便是此事的重大明证。因为他们不准哀求的弟弟领回尸体并在夜间安葬,反而将之与其他尸体一同抛入河中。
καὶ τοῦτο πέρας οὐκ ἦν, ἀλλὰ καὶ τῶν φίλων αὐτοῦ τοὺς μὲν ἐξεκήρυττον ἀκρίτους, τοὺς δὲ συλλαμβάνοντες ἀπεκτίννυσαν ἐν οἷς καὶ Διοφάνης ὁ ῥήτωρ ἀπώλετο. Γάϊον δέ τινα Βίλλιον εἰς ἀγγεῖον καθείρξαντες καὶ συνεμβαλόντες ἐχίδνας καὶ δράκοντας οὕτω διέφθειραν. ὁ δὲ Κυμαῖος Βλόσσιος ἀνήχθη μὲν ἐπὶ τοὺς ὑπάτους, ἐρωτώμενος δὲ περὶ τῶν γεγονότων ὡμολόγει πεποιηκέναι πάντα Τιβερίου κελεύοντος.
而这还不是终点,他们还将他的友人有的未经审判便驱逐出境,有的逮捕处死,修辞学家狄奥法内斯也丧命其中。他们把一个名叫盖乌斯·威利乌斯的人囚禁在一个大罐里,同时放入蝮蛇和大蛇,就这样将他致死。库迈的布洛西乌斯则被带到执政官面前,在受到有关事态的审问时,承认自己在提贝里乌斯的命令下做了一切。
εἰπόντος δὲ τοῦ Νασικᾶ πρὸς αὐτόν, τί οὖν, εἴ σε Τιβέριος ἐκέλευσεν ἐμπρῆσαι τὸ Καπετώλιον; τὸ μὲν πρῶτον ἀντέλεγεν ὡς οὐκ ἂν τοῦτο Τιβερίου κελεύσαντος·2 πολλάκις δὲ καὶ πολλῶν τὸ αὐτὸ πυνθανομένων, ἀλλʼ ἐκείνου γε προστάσσοντος, ἔφη, κἀμοὶ τοῦτο πρᾶξαι καλῶς εἶχεν·3 οὐ γὰρ ἂν Τιβέριος τοῦτο προσέταξεν, εἰ μὴ τῷ δήμῳ συνέφερεν, οὗτος μὲν οὖν διαφυγὼν ὕστερον ᾤχετο πρὸς Ἀριστόνικον εἰς Ἀσίαν, καὶ τῶν ἐκείνου πραγμάτων διαφθαρέντων ἑαυτὸν ἀνεῖλεν.
纳西卡对他说道: “那么,如果提贝里乌斯命令你纵火焚烧卡皮托尔山,你又当如何?” 起初他反驳说提贝里乌斯决不可能下达这样的命令;但面对众人屡次三番的追问,“但如果他确实下令了,”他说道,“那对我而言去照做也是正当的;因为提贝里乌斯若非为了人民的利益,决不可能下达此种命令。” 此人后来逃脱,前往亚细亚投奔阿里斯托尼库斯,在该派事业覆灭后自刎身亡。
- Tiberius.20.2ὠμῶς καὶ παρανόμως ὑβρισθεὶς ὁ νεκρός
被动语态分词 ὑβρισθείς 与主格名词 ὁ νεκρός(尸体)一致,但此处整个短语并非单纯指“受辱的尸体”,而是指“尸体受到残酷而不法凌辱这一事实本身”,作表语 μέγα τεκμήριον 的主语,类似于拉丁语中的 ab urbe condita 句式。
- Tiberius.20.4ὡς οὐκ ἂν τοῦτο Τιβερίου κελεύσαντος
连词 ὡς 后接带有语气词 ἄν 的独立属格(Τιβερίου κελεύσαντος)。这属于反事实虚拟(过去直陈式+ἄν,即 οὐκ ἂν τοῦτο ἐκέλευσεν)在间接引语中转化为分词属格的结构,意为“(声称)提贝里乌斯绝不可能下达这样的命令”。
- Tiberius.20.4κἀμοὶ τοῦτο πρᾶξαι καλῶς εἶχεν
非人称未完成过去时 καλῶς εἶχεν(“……是正当的/适宜的”)与与格 κἀμοί 以及不定式 πρᾶξαι 搭配。与表示义务、可能性或适宜性的过去时动词(如 ἔδει、ἐχρῆν)类似,它在此无须加 ἄν 即可构成反事实假设句的后半句(结论句),意为“(若他下令了)那对我去照做也是正当的”。
