← 普鲁塔克

格拉古兄弟传

§Caius.1.1-Caius.1.6

盖约初展辩才与出任撒丁岛财务官

提比略死后,盖约·格拉古起初闭门隐居以磨砺辩才,却在为友人辩护时初露锋芒并引发权贵戒惧,随后抽签出任撒丁岛财务官,由此展现出他身不由己卷入政治风暴的命运必然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Caius.1.1

Γάιος δὲ Γράγχος ἐν ἀρχῇ μὲν ἢ δεδιὼς τοὺς ἐχθροὺς ἢ φθόνον συνάγων ἐπʼ αὐτούς ὑπεξέστη τε τῆς ἀγορᾶς καὶ καθʼ ἑαυτὸν ἡσυχίαν ἔχων διέτριβεν, ὡς ἄν τις ἔν τε τῷ παρόντι ταπεινὰ πράττων καὶ τὸ λοιπὸν οὕτως ἀπραγμόνως βιωσόμενος, ὥστε καὶ λόγον τισὶ καθʼ αὑτοῦ παρασχεῖν ὡς δυσχεραίνοντος καὶ προβεβλημένου τὴν τοῦ Τιβερίου πολιτείαν.1

盖约·格拉古起初或是由于惧怕政敌,或是为了挑起人们对他们的仇恨,便退出了广场,独自闲居,宛如一个眼下境遇卑微、今后也将如此不问世事生活的人,以至于使某些人对他产生了议论,以为他厌恶并弃绝了提比略的政治路线。

§Caius.1.2

ἦν δὲ καὶ μειράκιον παντάπασιν· ἐννέα γὰρ ἐνιαυτοῖς ἐλείπετο τἀδελφοῦ καθʼ ἡλικίαν, ἐκεῖνος δὲ οὔπω τριάκοντα γεγονὼς ἀπέθανεν. ἐπεὶ δὲ προϊόντος τοῦ χρόνου τόν τε τρόπον ἡσυχῇ διέφαινεν ἀργίας καὶ μαλακίας καὶ πότων καὶ χρηματισμῶν ἀλλότριον ὄντα, καὶ τόν λόγον ὥσπερ ὠκύπτερα κατασκευαζόμενος ἐπὶ τὴν πολιτείαν δῆλος ἦν οὐκ ἠρεμήσων,2 δίκην τέ τινι τῶν φίλων φεύγοντι Βεττίῳ συνειπών, τοῦ δήμου συνενθουσιῶντος ὑφʼ ἡδονῆς καὶ βακχεύοντος περὶ αὐτόν, ἀπέδειξε τοὺς ἄλλους ῥήτορας παίδων μηδὲν διαφέροντας, εἰς φόβον αὖθις οἱ δυνατοὶ καθίσταντο,3 καὶ πολὺς ἦν ἐν αὐτοῖς λόγος ὡς οὐκ ἐάσουσιν ἐπὶ δημαρχίαν τόν Γάϊον προελθεῖν.

况且他当时也完全是一个青年;因为他的年纪比兄长小了九岁,而提比略去世时还不到三十岁。然而随着时间的推移,他悄然展现出自己的品性与怠惰、软弱、纵酒和谋利格格不入,并且磨砺自己的辩才,宛如为踏入政坛装上矫健的双翼,显而易见绝不会安于平寂;当他为一位受审的朋友维提乌斯辩护时,民众因喜悦而与他一同狂热,在他身旁如痴如狂,他证明了其他演说家与稚童无异,显要们便再次陷入恐惧,并在他们之间盛传绝不容许盖约出任保民官。

§Caius.1.4

συντυγχάνει δὲ ἀπὸ ταὐτομάτου λαχεῖν αὐτὸν εἰς Σαρδὼ ταμίαν Ὀρέστῃ τῷ ὑπάτῳ· καὶ τοῦτο τοῖς μὲν ἐχθροῖς καθʼ ἡδονὴν ἐγεγόνει, τόν δὲ Γάϊον οὐκ ἐλύπησεν. ἅτε γὰρ ὢν πολεμικὸς καὶ χεῖρον οὐδὲν πρὸς στρατείας ἠσκημένος ἢ δίκας, ἔτι δὲ τὴν πολιτείαν καὶ τὸ βῆμα φρίττων, ἀντέχειν δὲ καλοῦντι τῷ δήμῳ καὶ τοῖς φίλοις οὐ δυνάμενος, παντάπασι τὴν ἀποδημίαν ἐκείνην ἠγάπησε.

恰巧碰上他抽签抽中前往撒丁岛,担任执政官奥雷斯提斯手下的财务官;这固然令他的政敌称心快意,却也未使盖约烦恼。因为他本具尚武精神,经受军旅锻炼之深不亚于诉讼训练,同时他又对政务和演坛心怀畏惧,却又无法拒绝召唤他的民众和朋友,因而他全然乐于这一趟远行。

§Caius.1.5

καίτοι κρατεῖ δόξα πολλὴ τοῦτον ἄκρατον γενέσθαι δημαγωγὸν, καὶ πολὺ τοῦ Τιβερίου λαμπρότερον πρὸς τὴν ἀπὸ τῶν ὄχλων δόξαν. οὐκ ἔχει δὲ οὕτω τὸ ἀληθές· ἀλλʼ ἔοικεν ὑπʼ ἀνάγκης τινὸς μᾶλλον οὗτος ἢ προαιρέσεως ἐμπεσεῖν εἰς τὴν πολιτείαν.

然而,普遍流传着这样一种强烈的看法,认为他成了一个彻头彻尾的煽动家,在博取乌合之众的虚名上远比提比略更为显赫。但实情并非如此;他似乎更多是出于某种必然性,而非出于自愿抉择而卷入政治的。

§Caius.1.6

ἱστορεῖ δὲ καὶ Κικέρων ὁ ῥήτωρ ὡς ἄρα φεύγοντι πᾶσαν ἀρχὴν τῷ Γαΐῳ καὶ μεθʼ ἡσυχίας ᾑρημένῳ ζῆν ὁ ἀδελφὸς ὄναρ φανεὶς καὶ προσαγορεύσας, τί δῆτα, φαίη, Γάιε, βραδύνεις; οὐκ ἔστιν ἀπόδρασις, ἀλλʼ εἷς μὲν ἡμῖν ἀμφοτέροις βίος, εἷς δὲ θάνατος ὑπὲρ τοῦ δήμου πολιτευομένοις πέπρωται

演说家西塞罗亦记载道,正当盖约逃避一切公职、决意安享宁静生活之际,他的兄长在梦中显现并呼唤他,说道: “究竟为什么,盖约,你还在迟疑?无路可逃;相反,我们两人为了民众而从政,注定同生共死。”

语法注3 条
  1. Caius.1.1ὡς δυσχεραίνοντος καὶ προβεβλημένου τὴν τοῦ Τιβερίου πολιτείαν

    由 ὡς 引导的属格分词(δυσχεραίνοντος 与 προβεβλημένου)既可视为与前文 καθʼ αὑτοῦ(“对他自身不利”)中的 αὑτοῦ 格一致的分词结构(或以盖约为隐含主语的独立属格结构),亦可看作对 λόγον(议论、传闻)的主观缘由或看法的修饰性说明。

  2. Caius.1.2δῆλος ἦν οὐκ ἠρεμήσων

    δῆλός εἰμι 后接将来时分词 ἠρεμήσων 的人称句构(字面意为“他显然是不打算保持平静的”),是希腊语表达“显而易见他不会安于平寂”的典型人称主语提升用法。

  3. Caius.1.2ἐπεὶ δὲ προϊόντος τοῦ χρόνου ... εἰς φόβον αὖθις οἱ δυνατοὶ καθίσταντο

    该长句的骨干为由ἐπεὶ δὲ 引导的时间从句(并列包含限定动词 διέφαινεν、δῆλος ἦν 以及带分词 συνειπών 的 ἀπέδειξε)构成的层层铺垫,最终引向主句 εἰς φόβον αὖθις οἱ δυνατοὶ καθίσταντο(显要们再次陷入恐惧)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Caius.1.1-Caius.1.6