← 普鲁塔克

格拉古兄弟传

§Tiberius.19.1-Tiberius.19.6

纳西卡突袭卡皮托尔与提贝里乌斯遇害

提贝里乌斯示意自己身处险境,反对派却向元老院诬告其企图称王;在执政官拒绝动用武力后,纳西卡率领元老院议员强攻卡皮托尔山,将提贝里乌斯及数百名追随者乱棒打死。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Tiberius.19.1

ὡς οὖν ταῦτα τοῖς περί αὑτὸν ἐξήγγειλεν ὁ Τιβέριος, οὗτοι μὲν εὐθὺς τάς τε τηβέννους περιεζώννυντο, καὶ τὰ τῶν ὑπηρετῶν δόρατα συγκλῶντες οἷς ἀνείργουσι τὸν ὄχλον, διελάμβανον ὡς ἀμυνούμενοι τοῖς κλάσμασι τοὺς ἐπερχομένους.

当提贝里乌斯把这情况告诉身边的人时,这些人立刻将托加袍系束紧凑,并将侍从们用来阻拦人群的标枪折断,分执在手,打算用这些断矛击退扑上来的袭击者。

§Tiberius.19.2

τῶν δὲ ἀπωτέρω θαυμαζόντων τὰ γινόμενα καὶ πυνθανομένων, ὁ Τιβέριος ἥψατο τῇ χειρὶ τῆς κεφαλῆς, ἐνδεικνύμενος τῇ ὄψει τὸν κίνδυνον, ἐπεὶ τῆς φωνῆς οὐκ ἐπήκουον. οἱ δὲ ἐναντίοι τοῦτο ἰδόντες ἔθεον πρὸς τὴν βουλὴν, ἀπαγγέλλοντες αἰτεῖν διάδημα τὸν Τιβέριον καὶ τούτου σημεῖον εἶναι τὸ τῆς κεφαλῆς ἐπιθιγγάνειν.1

远处的众人对正在发生的事感到诧异并纷纷探问,提贝里乌斯便用手触碰自己的头,因为人们听不见他的声音,便以此向众人的视线昭示危险。然而反对派见此情形便奔向元老院,报告说提贝里乌斯正索求王冠,其证据便是他抚摸自己的头颅。

§Tiberius.19.3

πάντες μὲν οὖν ἐθορυβήθησαν ὁ δὲ Νασικᾶς ἠξίου τὸν ὕπατον τῇ πόλει βοηθεῖν καὶ καταλύειν τὸν τύραννον. ἀποκριναμένου δὲ πράως ἐκείνου βίας μὲν οὐδεμιᾶς ὑπάρξειν οὐδὲ ἀναιρήσειν οὐδένα τῶν πολιτῶν ἄκριτον, εἰ μέντοι ψηφίσαιτό τι τῶν παρανόμων ὁ δῆμος ὑπὸ τοῦ Τιβερίου πεισθεὶς ἢ βιασθείς, τοῦτο κύριον μὴ φυλάξειν,2 ἀναπηδήσας ὁ Νασικᾶς, ἐπεὶ τοίνυν, ἔφη, προδίδωσιν ὁ ἄρχων τὴν πόλιν, οἱ βουλόμενοι τοῖς νόμοις βοηθεῖν ἀκολουθεῖτε.

于是众人大为震惊,纳西卡要求执政官救援城邦并推翻僭主。执政官却温和地答复道:自己决不会动用武力,也决不未经审判处死任何公民;然而,如果民众受提贝里乌斯说服或威逼而通过任何非法决议,他也决不承认其有效性。纳西卡猛然跳起来,说道: “既然执政官背叛了城邦,那么愿维护法律的人,就跟我来!”

§Tiberius.19.4

καὶ ταῦτα λέγων ἅμα καὶ τὸ κράσπεδον τοῦ ἱματίου θέμενος ἐπὶ τῆς κεφαλῆς, ἐχώρει πρὸς τὸ Καπετώλιον. ἕκαστος δὲ τῶν ἑπομένων αὐτῷ τῇ χειρὶ τὴν τήβεννον περιελίξας ἐώθει τοὺς ἐμποδών, οὐδενὸς ἐνισταμένου πρὸς τὸ ἀξίωμα τῶν ἀνδρῶν, ἀλλὰ φευγόντων καὶ πατούντων ἀλλήλους.

说完这番话,他把托加袍的下摆蒙在头上,径直向卡皮托尔山进发。跟从他的每个人都把托加袍缠在手上,推开阻挡去路的人;因敬畏这些贵人的尊严,无人敢上前阻拦,反而四散逃跑,互相践踏。

§Tiberius.19.5

οἱ μὲν οὖν περί αὐτοὺς ῥόπαλα καὶ σκυτάλας ἐκόμιζον οἴκοθεν αὐτοὶ δὲ τῶν δίφρων καταγνυμένων ὑπὸ τοῦ φεύγοντος ὄχλου τὰ κλάσματα καὶ τοὺς πόδας λαμβάνοντες ἀνέβαινον ἐπὶ τὸν Τιβέριον, ἅμα παίοντες τοὺς προτεταγμένους καὶ τούτων μὲν ἦν τροπὴ καὶ φόνος· αὐτοῦ δὲ τοῦ Τιβερίου φεύγοντος ἀντελάβετό τις τῶν ἱματίων.

随从们从家中带来了棍棒和木杖,元老们自己则捡起被逃跑的人群踩碎的座椅碎片和椅腿,冲向提贝里乌斯,一路痛击挡在前面的人。护卫者立刻溃散并遭到屠杀;当提贝里乌斯自己逃跑时,有人抓住了他的外袍。

§Tiberius.19.6

ὁ δὲ τὴν τήβεννον ἀφεὶς καὶ φεύγων ἐν τοῖς χιτῶσιν ἐσφάλη καὶ κατηνέχθη περί τινας τῶν πρὸ αὐτοῦ πεπτωκότας. ἀνιστάμενον δὲ αὑτὸν μὲν ἐμφανῶς καὶ πρῶτος εἰς τὴν κεφαλὴν πατάξας ποδὶ δίφρου Πόπλιος ἦν Σατυρήϊος3 εἷς τῶν συναρχόντων τῆς δὲ δευτέρας ἀντεποιεῖτο πληγῆς Λεύκιος Ῥοῦφος, ὡς ἐπὶ καλῷ τινι σεμνυνόμενος. τῶν δὲ ἄλλων ἀπέθανον ὑπὲρ τριακοσίους ξύλοις καὶ λίθοις συγκοπέντες, σιδήρῳ δὲ οὐδείς.

他便甩脱托加袍,仅着内衣奔逃,却被绊倒,跌翻在倒在自己前面的几个人身上。当他正挣扎着站起来时,公开并第一个用椅腿砸中他头颅的是同僚护民官之一普布利乌斯·萨图雷乌斯;卢基乌斯·鲁富斯则争称自己击中了第二击,仿佛是在为某种壮举而自豪。其余人中有三百多人被木块和石块击打致死,但没有一人死于铁制刀剑。

语法注3 条
  1. Tiberius.19.2τὸ τῆς κεφαλῆς ἐπιθιγγάνειν

    带有中性单数定冠词 τό 的冠词不定式短语,用作名词 σημεῖον 的主语(或同位解释成分)。动词 ἐπιθιγγάνω 表示接触,因此支配属格 τῆς κεφαλῆς 作为宾语。

  2. Tiberius.19.3εἰ μέντοι ψηφίσαιτό τι τῶν παρανόμων ὁ δῆμος ὑπὸ τοῦ Τιβερίου πεισθεὶς ἢ βιασθείς, τοῦτο κύριον μὴ φυλάξειν

    间接引语中的条件句。在过去分词 ἀποκριναμένου 的主导下,直接引语中本应为将来时直陈式(或 ἐάν +虚拟式)在从属从句中转为希求式 ψηφίσαιτο,归结句则变为带有否定词 μή 的将来时不定式 φυλάξειν(其主语为执政官自身)。κύριον 作 φυλάξειν 的补足谓词(“不保持其有效性”)。

  3. Tiberius.19.6ἀνιστάμενον δὲ αὑτὸν μὲν ἐμφανῶς καὶ πρῶτος εἰς τὴν κεφαλὴν πατάξας ποδὶ δίφρου Πόπλιος ἦν Σατυρήϊος

    具有语序倒置(hyperbaton)的复杂句式。句首的宾格 αὑτὸν 既是现在分词 ἀνιστάμενον 的逻辑主语(“在他正站起来时”),也是分词 πατάξας 的直接宾语。主句的主语和系动词为 Πόπλιος ἦν Σατυρήϊος;分词 πατάξας 与主语保持同格,并由副词 ἐμφανῶς 和表语性形容词 πρῶτος(“第一个击中”)共同修饰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.19.1-Tiberius.19.6