← 普鲁塔克

格拉古兄弟传

§Tiberius.16.1-Tiberius.16.3

提贝里乌斯谋求连任与民会延期

提贝里乌斯为谋求连任而提出削弱元老院权力并迎合民众的法案;因表决不利,他拖延并休会,随后诉说性命受到威胁以博取民众同情并获得护卫。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Tiberius.16.1

τοιαῦτα μὲν ἦν τὰ κεφάλαια τῆς τοῦ Τιβερίου δικαιολογίας, Ἐπεὶ δὲ συνορῶντες οἱ φίλοι τὰς ἀπειλὰς καὶ τὴν σύστασιν ᾤοντο δεῖν ἑτέρας περιέχεσθαι δημαρχίας1 εἰς τὸ μέλλον αὖθις ἄλλοις νόμοις ἀνελάμβανε τὸ πλῆθος, τοῦ τε χρόνου τῶν στρατειῶν ἀφαιρῶν, καὶ διδοὺς ἐπικαλεῖσθαι τὸν δῆμον ἀπὸ τῶν δικαστῶν, καὶ τοῖς κρίνουσι τότε, συγκλητικοῖς οὖσι, καταμιγνὺς ἐκ τῶν ἱππέων τὸν ἴσον ἀριθμόν, καὶ πάντα τρόπον ἤδη τῆς βουλῆς τὴν ἰσχὺν κολούων πρὸς ὀργὴν καὶ φιλονεικίαν μᾶλλον ἢ τὸν τοῦ δικαίου καὶ συμφέροντος λογισμόν. ἐπεὶ δὲ τῆς ψήφου φερομένης ᾔσθοντο τοὺς ἐναντίους κρατοῦντας οὐ γὰρ παρῆν ἅπας ὁ δῆμος, πρῶτον μὲν εἰς βλασφημίας τραπόμενοι τῶν συναρχόντων2 εἷλκον τὸν χρόνον ἔπειτα τὴν ἐκκλησίαν ἀφῆκαν, εἰς τὴν ὑστεραίαν ἀπαντᾶν κελεύσαντες.

以上就是提贝里乌斯辩白的主要内容。然而,他的朋友们察觉到了种种威胁与反对者的结党,认为应当为了将来而保住另一个保民官任期;于是他再次通过其他法案来拉拢民众:削减服役期限,允许民众对审判官的判决向人民提出上诉,并在当时身为元老院议员的审判官中混入同等数量的骑士,如今更是出于愤怒与争胜之心而非对正义与利益的考量,用尽一切方式削弱元老院的权力。然而,随着表决的进行,他们察觉到反对派占据了上风——因为并非全体民众都在场——起初他们便转向辱骂同僚官员来拖延时间,随后便遣散了民众会,吩咐次日再行集会。

§Tiberius.16.3

καὶ πρῶτον μὲν εἰς τὴν ἀγορὰν καταβὰς ὁ Τιβέριος ἱκέτευε τοὺς ἀνθρώπους ταπεινὸς καὶ δεδακρυμένος, ἔπειτα δεδοικέναι φήσας μὴ νυκτὸς ἐκκόψωσι τὴν οἰκίαν οἱ ἐχθροὶ καὶ διαφθείρωσιν αὐτόν,3 οὕτω τοὺς ἀνθρώπους διέθηκεν ὥστε περὶ τὴν οἰκίαν αὐτοῦ παμπόλλους τινὰς αὐλίσασθαι καὶ διανυκτερεῦσαι παραφυλάττοντας.

首先,提贝里乌斯走下广场,卑躬屈膝、泪流满面地乞求众人;接着,他声称担心敌人会在夜间破门而入将他杀害,这番话极大地触动了人们,以致有极多的人在他家周围露宿,彻夜守卫。

语法注3 条
  1. Tiberius.16.1ἑτέρας περιέχεσθαι δημαρχίας

    中间态动词 περιέχομαι 接表示依附或执持对象的属格(ἑτέρας ... δημαρχίας),意为“紧抓不放”、“固持”。此处指为了来年谋求并保住另一任保民官之职(连任)。

  2. Tiberius.16.2τῶν συναρχόντων

    作为介词短语 εἰς βλασφημίας 中名词 βλασφημίας 的宾格性属格,意为“对同僚官员的辱骂/非难”。尽管语序上被分词 τραπόμενοι 隔开,它在逻辑上指明骂声所针对的对象。

  3. Tiberius.16.3δεδοικέναι φήσας μὴ νυκτὸς ἐκκόψωσι τὴν οἰκίαν οἱ ἐχθροὶ καὶ διαφθείρωσιν αὐτόν

    复合嵌套结构:引述动词分词 φήσας 支配完成体不定式 δεδοικέναι(逻辑主语即提贝里乌斯),后者再支配由否定连接词 μή 引出的惧怕从句及不定过去时虚拟式动词(ἐκκόψωσι, διαφθείρωσιν)。整个分词结构在主动词 διέθηκεν 之前作状语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.16.1-Tiberius.16.3