← 普鲁塔克

格拉古兄弟传

§Tiberius.17.1-Tiberius.17.5

接踵而至的凶兆与提贝里乌斯前往卡比托利欧

提贝里乌斯前往民众会途中接连遭遇不祥征兆(鸟卜不顺、出门绊伤脚趾、乌鸦打斗落石),但在布洛西乌斯的劝说及朋友的催促下依然前往卡比托利欧山,并受到了民众的热烈欢呼与拥戴。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Tiberius.17.1

ἅμα δʼ ἡμέρᾳ παρῆν ὁ τὰς ὄρνιθας αἷς διαμαντεύονται κομίζων, καὶ προέβαλλε τροφὴν αὐταῖς. αἱ δʼ οὐ προῆλθον, εἰ μὴ μία μόνη, διασείσαντος εὖ μάλα τοῦ ἀνθρώπου τὸ ἀγγεῖον· οὐδὲ αὕτη δὲ τῆς τροφῆς ἔθιγεν, ἀλλʼ ἐπάρασα τὴν ἀριστερὰν πτέρυγα καὶ παρατείνασα τὸ σκέλος πάλιν εἰς τὸ ἀγγεῖον κατέφυγε, τοῦτο καὶ τοῦ προτέρου σημείου τὸν Τιβέριον ἀνέμνησεν.

天刚拂晓,掌管用于占卜的鸟禽之人便来到了,并将食物抛撒在它们面前。然而,尽管那人极力摇晃鸟笼,除了仅仅一只之外,鸟儿们都不肯出来;甚至连这独独的一只也未碰那些食物,而是抬起左翼,伸直一条腿,又逃回了笼内。这使得提贝里乌斯也想起了先前的凶兆。

§Tiberius.17.2

ἦν γὰρ αὐτῷ κράνος ᾧ πρὸς τὰς μάχας ἐχρῆτο, κεκοσμημένον ἐκπρεπῶς καὶ διάσημον εἰς τοῦτο καταδύντες ὄφεις ἔλαθον ἐντεκόντες1 ὠά, καὶ ταῦτα ἐξεγλύψαντο. διὸ καὶ μᾶλλον ὁ Τιβέριος τοῖς περὶ τὰς ὄρνιθας ἐταράττετο. προῄει δὲ ὅμως, ἄνω τὸν δῆμον ἠθροῖσθαι περὶ τὸ Καπετώλιον πυνθανόμενος· καὶ πρὶν ἐξελθεῖν προσέπταισε πρὸς τὸν οὐδόν, σφοδρᾶς οὕτω πληγῆς γενομένης ὥστε τὸν μὲν ὄνυχα τοῦ μεγάλου δακτύλου ῥαγῆναι, τὸ δὲ αἷμα διὰ τοῦ ὑποδήματος ἔξω φέρεσθαι. μικρὸν δὲ αὐτοῦ προελθόντος ὤφθησαν ὑπὲρ κεράμου μαχόμενοι κόρακες ἐν ἀριστερᾷ· καὶ πολλῶν, ὡς εἰκὸς, ἀνθρώπων παρερχομένων, κατʼ αὐτὸν τὸν Τιβέριον λίθος ἀπωσθεὶς ὑπὸ θατέρου τῶν κοράκων ἔπεσε παρὰ τὸν πόδα. τοῦτο καὶ τοὺς θρασυτάτους τῶν περὶ αὐτὸν ἐπέστησεν· ἀλλὰ Βλόσσιος ὁ Κυμαῖος παρὼν αἰσχύνην ἔφη καὶ κατήφειαν ἂν εἶναι πολλήν εἰ Τιβέριος, Γράγχου μὲν υἱός, Ἀφρικανοῦ δὲ Σκηπίωνος θυγατριδοῦς, προστάτης δὲ τοῦ Ῥωμαίων δήμου, κόρακα δείσας οὐχ ὑπακούσειε2 τοῖς πολίταις καλοῦσι· τοῦτο μέντοι τὸ αἰσχρὸν οὐκ ἐν γέλωτι θήσεσθαι τοὺς ἐχθρούς, ἀλλʼ ὡς τυραννοῦντος καὶ τρυφῶντος ἤδη καταβοήσεσθαι πρὸς τὸν δῆμον.

原来,他有一顶用于作战的头盔,装饰得极为华美醒目;曾有蛇钻入其中,悄悄在里面下了蛋,并孵出了幼蛇。因此,提贝里乌斯对鸟雀之事愈发感到不安。然而,在听闻民众已聚集在卡比托利欧山一带后,他依然向前走去;但就在走出家门之前,他猛地撞到了门槛上,撞击如此剧烈,以致大脚趾的趾甲破裂,鲜血透过鞋履渗了出来。待他稍走了一小段路,便见左侧的屋瓦上有乌鸦在相斗;而且,可想而知,行经之人虽多,其中一只乌鸦踢下的石子却恰恰落在了提贝里乌斯本人的脚边。这一幕连他身边最胆大之人都驻足犹豫了;但身旁的库迈人布洛西乌斯却说:倘若身为格拉古之子、大西庇阿外孙、罗马人民庇护者的提贝里乌斯,竟然因为畏惧一只乌鸦而不去理睬呼唤他的公民们,那将是极大的耻辱与沮丧;然而敌人绝不会将这件丑事仅仅当成笑柄,反而会向民众大声控告他已然专制且骄横。

§Tiberius.17.5

ἅμα δὲ καὶ προσέθεον πολλοὶ τῷ Τιβερίῳ παρὰ τῶν ἐν Καπετωλίῳ φίλων, ἐπείγεσθαι κελεύοντες, ὡς τῶν ἐκεῖ καλῶς ἐχόντων, καὶ τά γε πρῶτα λαμπρῶς ἀπήντα τῷ Τιβερίῳ, φανέντι μὲν εὐθὺς ἀραμένων βοὴν φίλιον, ἀναβαίνοντα δὲ προθύμως δεχομένων3 καὶ περὶ αὐτὸν, ὡς μηδεὶς πελάσειεν ἀγνὼς, παραταττομένων.

与此同时,卡比托利欧山上的朋友们也派了许多人奔向提贝里乌斯,催促他快步赶去,说那里的局势一片大好。起初的事态确实极为喜人地迎接着提贝里乌斯:他刚一现身,众人便立刻发出亲善的欢呼,热情地迎接着登上前来的他,并在他四周严密布阵,以防任何身份不明者靠近。

语法注3 条
  1. Tiberius.17.2ἔλαθον ἐντεκόντες

    动词 λανθάνω 与分词 ἐντεκόντες 搭配的惯用句式,意为“不知不觉地产下了卵”或“悄悄产下了卵”。限定动词表示不为人知或未被察觉的状态,而分词则承担主要的动作意义。

  2. Tiberius.17.4αἰσχύνην ἔφη καὶ κατήφειαν ἂν εἶναι πολλήν εἰ ... οὐχ ὑπακούσειε

    间接引语中的条件句,直接引语对应为潜在希求法的条件句(αἰσχύνη ... ἂν εἴη, εἰ ... οὐχ ὑπακούσειε)。条件从句中没有使用常规的否定词 μή 而是用了 οὐχ,是因为 οὐχ 与动词 ὑπακούσειε 紧密结合,构成了相当于“不听从”、“拒绝顺从”的单一否定概念。

  3. Tiberius.17.5φανέντι μὲν εὐθὺς ἀραμένων βοὴν φίλιον, ἀναβαίνοντα δὲ προθύμως δεχομένων

    在承接前文与格 τῷ Τιβερίῳ 的语境中,连续使用了两个属格绝对构式(ἀραμένων 和 δεχομένων,逻辑主语为聚集的民众)。指代提贝里乌斯的分词则根据各自的语法功能采取了不同的格:与格分词 φανέντι 作为呼喊的对象/关联成分,而宾格分词 ἀναβαίνοντα 则作 δεχομένων 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.17.1-Tiberius.17.5