- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.15.1-Tiberius.15.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
提比略察觉到罢黜同僚奥克塔维乌斯一事在普通民众中也引起了强烈不安,便发表公开演说进行申辩,论证保民官的神圣不可侵犯权以服务民众为前提,并援引罗马王政与维斯塔贞女的先例,主张背离民众利益的保民官理应被罢免。
τότε μὲν οὖν διέλυσε τὴν ἐκκλησίαν αἰσθανόμενος δὲ τῶν πολιτευμάτων τὸ περὶ τὸν Ὀκτάβιον οὐ τοῖς δυνατοῖς μόνον, ἀλλὰ καὶ τοῖς πολλοῖς ἐκπαθέστερον1 μέγα γάρ τι καὶ καλὸν ἐδόκει τὸ τῶν δημάρχων ἀξίωμα μέχρι τῆς ἡμέρας ἐκείνης διατετηρημένον ἀνῃρῆσθαι καὶ καθυβρίσθαι, λόγον ἐν τῷ δήμῳ διεξῆλθεν, οὗ μικρὰ παραθέσθαι τῶν ἐπιχειρημάτων οὐκ ἄτοπον ἦν, ὥστε ὑπονοηθῆναι τὴν πιθανότητα καὶ πυκνότητα τοῦ ἀνδρός.
当时,他就解散了民众会。然而,他察觉到在自己的各项政举中,针对奥克塔维乌斯的那项不仅令显要权贵、而且也令普通民众深感痛心——因为人们觉得,历来保持得伟大而尊严的保民官威望,直到那一天却遭到了毁灭和玷污——于是他向民众发表了一篇演说;将其中几条论据略加陈述并非不当,以便人们能够体察此人的说服力与周密之才。
ἔφη γὰρ ἱερὸν τὸν δήμαρχον εἶναι καὶ ἄσυλον, ὅτι τῷ δήμῳ καθωσίωται καὶ τοῦ δήμου προέστηκεν. ἂν οὖν μεταβαλόμενος τὸν δῆμον ἀδικῇ καὶ τὴν ἰσχὺν κολούῃ καὶ παραιρῆται τὴν ψῆφον, αὐτὸς ἑαυτὸν ἀπεστέρηκε τῆς τιμῆς ἐφʼ οἷς ἔλαβεν οὐ ποιῶν·2 ἐπεὶ καὶ τὸ Καπετώλιον κατασκάπτοντα καὶ τὸ νεώριον ἐμπιπράντα δήμαρχον ἐᾶν δεήσει, καὶ ταῦτα μὲν ποιῶν δήμαρχός ἐστι πονηρός· ἐὰν δὲ καταλύῃ τὸν δῆμον, οὐ δήμαρχός ἐστι. πῶς οὖν οὐ δεινόν εἰ τὸν μὲν ὕπατον ὁ δήμαρχός ἄξει, τὸν δὲ δήμαρχον οὐκ ἀφαιρήσεται τὴν ἐξουσίαν ὁ δῆμος ὅταν αὐτῇ κατὰ τοῦ δεδωκότος χρῆται; καὶ γὰρ ὕπατον καὶ δήμαρχον ὁμοίως ὁ δῆμος αἱρεῖται.
他指出,保民官之所以神圣而不可侵犯,是因为他奉献给民众、并作为民众的代表。因此,如果他转而反戈侵害民众,削弱民众的权势并剥夺民众的表决权,那么他由于未能履行自己受职的条件,便已是自绝于这一荣位了;否则,即便保民官夷平卡庇托林山、焚毁造船工场,人们也只能听之任之了;而做出这些行径的固然是个恶劣的保民官,但他若瓦解民众的权力,就根本算不得保民官了。既然保民官可以羁押执政官,那么当保民官将职权用来反对赋予他职权的人时,民众反而不能剥夺他的职权,这岂非荒唐至极?要知道,无论是执政官还是保民官,都是民众同样选举出来的。
καὶ μὴν ἥ γε βασιλεία πρὸς τῷ πᾶσαν ἀρχήν ἔχειν ἐν ἑαυτῇ συλλαβοῦσα καὶ ταῖς μεγίσταις ἱερουργίαις καθωσίωται πρὸς τὸ θεῖον ἀλλὰ Ταρκύνιον ἐξέβαλεν ἡ πόλις ἀδικοῦντα, καὶ διʼ ἑνὸς ἀνδρὸς ὕβριν ἡ πάτριος ἀρχὴ καὶ κτίσασα τὴν Ῥώμην κατελύθη. τί δὲ οὕτως ἅγιον ἐν Ῥώμῃ καὶ σεμνόν ὡς αἱ περιέπουσαι παρθένοι καὶ φυλάττουσαι τὸ ἄφθιτον πῦρ; ἀλλʼ εἴ τις ἂν ἁμάρτῃ αὑτῶν, ζῶσα κατορύσσεται· τὸ γὰρ ἄσυλον οὐ φυλάττουσιν ἀσεβοῦσαι εἰς τοὺς θεούς, ὃ διὰ τοὺς θεοὺς ἔχουσιν.
况且,王政不仅集一切官职于一身,更以最隆重的祭礼向神明祝圣;然而当塔克文作恶时,城邦仍将他逐出,因一人之骄横,这一建立了罗马的祖传统治便告终结。在罗马,又有什么比侍奉并看护不灭圣火的贞女们更加神圣崇高?然而她们之中若有人犯错,便会被活埋;因为她们因对神不敬,便不再保有那份因神而享有的不可侵犯权。
οὔκουν οὐδὲ δήμαρχός ἀδικῶν τὸν δῆμον ἔχειν τὴν διὰ τὸν δῆμον ἀσυλίαν δίκαιός ἐστιν3 ᾗ γὰρ ἰσχύει δυνάμει, ταύτην ἀναιρεῖ, καὶ μὴν εἰ δικαίως ἔλαβε τὴν δημαρχίαν, τῶν πλείστων φυλῶν ψηφισαμένων, πῶς οὐχὶ κἂν ἀφαιρεθείη δικαιότερον πασῶν ἀποψηφισαμένων;
因此,危害民众的保民官,同样无权保有那份因民众而享有的不可侵犯权;因为他亲手毁弃了他力量所仰赖的根基。再者,若说他在多数特里布斯投票赞成时合法获得了保民官之职,那么在全体特里布斯投票反对时将他罢免,岂非更加合情合法?
ἱερὸν δὲ καὶ ἄσυλον οὐδὲν οὕτως ἐστίν ὡς τὰ τῶν θεῶν ἀναθήματα· χρῆσθαι δὲ τούτοις καὶ κινεῖν καὶ μεταφέρειν ὡς βούλεται, τὸν δῆμον οὐδεὶς κεκώλυκεν. ἐξῆν οὖν αὐτῷ καὶ τὴν δημαρχίαν ὡς ἀνάθημα μετενεγκεῖν εἰς ἕτερον, ὅτι δὲ οὐκ ἄσυλον οὐδὲ ἀναφαίρετον ἡ ἀρχή, δῆλόν ἐστι τῷ πολλάκις ἔχοντας ἀρχήν τινας ἐξόμνυσθαι καὶ παραιτεῖσθαι διʼ αὑτῶν.4
没有任何事物能像供奉神明的献礼那样神圣不可侵犯,但没有人阻拦民众按照自己的意愿去使用、变动和转移这些器物。因此,民众自然也有权将保民官职权如奉献之物一般转予他人。再者,保民官之职绝非不可侵犯、不可剥夺,这从屡屡有官员主动宣誓辞职、自行引退这一事实中便昭然若揭。
- Tiberius.15.1ἐκπαθέστερον
充当知觉动词分词 αἰσθανόμενος 的宾语 τὸ περὶ τὸν Ὀκτάβιον(关于奥克塔维乌斯之事)的表语,省略了分词 ὄν。此处的比较级 ἐκπαθέστερον 并无明确的比较对象,属于绝对比较级用法,意为“过度令人激愤/痛心”或“异乎寻常地令人不安”。
- Tiberius.15.2ἐφʼ οἷς ἔλαβεν οὐ ποιῶν
此处省略了分词 ποιῶν 的宾语(先行词 ταῦτα)及 ἔλαβεν 的宾语(τὴν τιμήν),完整表达相当于 ταῦτα ἐφʼ οἷς ἔλαβεν(他据以获职的条件;ἐπί 加与格表示“以……为条件”)。整句构成表示原因或方式的分词短语:“因未履行他据以获职的条件”。
- Tiberius.15.5οὔκουν οὐδὲ δήμαρχος ἀδικῶν τὸν δῆμον ἔχειν τὴν διὰ τὸν δῆμον ἀσυλίαν δίκαιός ἐστιν
采用了 δίκαιός ἐστι + 不定词的人称构式(personal construction),替代了非人称构式(δίκαιόν ἐστι + 对格加不定词)。逻辑主语 δήμαρχος 直接充当句子的语法主语,意为“损害民众的保民官也没有资格保有……”。
- Tiberius.15.6τῷ πολλάκις ἔχοντας ἀρχήν τινας ἐξόμνυσθαι καὶ παραιτεῖσθαι διʼ αὑτῶν
带冠词不定词的与格(τῷ ... ἐξόμνυσθαι καὶ παραιτεῖσθαι)充当表原因或证据的与格,用以解释前文 δῆλόν ἐστι(……是显而易见的)的依据。不定词的逻辑主语为对格的 τινας,分词 ἔχοντας 与之在性数格上保持一致。
