- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.14.1-Tiberius.14.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
提比略就阿塔罗斯遗产提出的议案激化了他与元老院的矛盾并招致僭主称王的指控,随后安尼乌斯就罢免保民官的正当性提出的质问使提比略陷入难堪的沉默。
ἐπεὶ δὲ τοῦ Φιλομήτορος Ἀττάλου τελευτήσαντος Εὔδημος ὁ Περγαμηνὸς ἀνήνεγκε διαθήκην ἐν ᾗ κληρονόμος ἐγέγραπτο τοῦ βασιλέως ὁ Ῥωμαίων δῆμος, εὐθὺς ὁ Τιβέριος δημαγωγῶν εἰσήνεγκε νόμον ὅπως τὰ βασιλικὰ χρήματα κομισθέντα τοῖς τὴν χώραν διαλαγχάνουσι τῶν πολιτῶν ὑπάρχοι πρὸς κατασκευὴν καὶ γεωργίας ἀφορμήν.
当阿塔罗斯·费洛墨托尔去世,佩加蒙人欧德摩斯送来一份将罗马人民列为国王继承人的遗嘱时,提比略立刻迎合民众,提出一项法案:运抵的王室财产应拨给那些分得土地的公民,用作置备器具和务农的本钱。
περὶ δὲ τῶν πόλεων, ὅσαι τῆς Ἀττάλου βασιλείας ἦσαν, οὐδὲν ἔφη τῇ συγκλήτῳ βουλεύεσθαι προσήκειν, ἀλλὰ τῷ δήμῳ γνώμην αὐτὸς προθήσειν. ἐκ τούτου μάλιστα προσέκρουσε τῇ βουλῇ· καὶ Πομπήιος μὲν ἀναστὰς ἔφη γειτνιᾶν τῷ Τιβερίῳ καὶ διὰ τοῦτο γινώσκειν Εὔδημον αὐτῷ τόν Περγαμηνὸν τῶν βασιλικῶν διάδημα δεδωκότα καὶ πορφύραν,1 ὡς μέλλοντι βασιλεύειν ἐν Ῥώμῃ, Κόιντος δὲ Μέτελλος ὠνείδισε τόν Τιβέριον ὅτι τοῦ μὲν πατρὸς αὐτοῦ τιμητεύοντος, ὁσάκις ἀναλύοι μετὰ δεῖπνον οἴκαδε, τὰ φῶτα κατεσβέννυσαν οἱ πολῖται, φοβούμενοι μὴ πορρωτέρω τοῦ μετρίου δόξωσιν ἐν συνουσίαις εἶναι καὶ πότοις, τούτῳ δὲ προφαίνουσι νυκτὸς οἱ θρασύτατοι καὶ ἀπορώτατοι τῶν δημοτῶν·
至于属于阿塔罗斯王国的各个城市,他声称元老院无权商决,而由他本人向民众提出议案。由此他极大地触怒了元老院。庞培起立发言,说自己是提比略的邻居,因而知道佩加蒙人欧德摩斯曾赠予他王室的王冠和紫袍,因为他打算在罗马称王;昆图斯·梅特卢斯则责备提比略说:当其父担任监察官时,每逢〔其父〕晚餐后返家,市民们便纷纷熄灭灯火,唯恐被认为过度沉湎于聚会与饮宴之中;而如今在夜里为这个提比略执灯开道的,却是民众中最凶悍、最赤贫的下层之徒。
Τίτος δʼ Ἄννιος, οὐκ ἐπιεικὴς μὲν οὐδὲ σώφρων ἄνθρωπος, ἐν δὲ λόγοις πρὸς τὰς ἐρωτήσεις καὶ τὰς ἀποκρίσεις ἄμαχος εἶναι δοκῶν, εἰς ὁρισμόν τινα προὐκαλεῖτο τόν Τιβέριον, ἦ μὴν ἱερὸν ὄντα καὶ ἄσυλον ἐκ τῶν νόμων ἠτιμωκέναι τόν συνάρχοντα.2 θορυβούντων δὲ πολλῶν ἐκπηδήσας ὁ Τιβέριος τόν τε δῆμον συνεκάλει καὶ τόν Ἄννιον ἀχθῆναι κελεύσας ἐβούλετο κατηγορεῖν.
提图斯·安尼乌斯——此人既非宽仁,亦非持重,但在辩论的问答对决中却被认为无可匹敌——向提比略提出法律决斗之赌,断言他确已剥夺了一位依法神圣不可侵犯的同僚的公权。在众人的喧嚷中,提比略愤而冲出,召集民众,并下令将安尼乌斯押解前来,准备对其进行控告。
ὁ δὲ καὶ τῷ λόγῳ καὶ τῇ δόξῃ πολὺ λειπόμενος εἰς τὴν ἑαυτοῦ δεινότητα κατεδύετο, καὶ παρεκάλει μικρὰ πρὸ τῶν λόγων ἀποκρίνασθαι τόν Τιβέριον. συγχωροῦντος δὲ ἐρωτᾶν ἐκείνου καὶ σιωπῆς γενομένης εἶπεν ὁ Ἄννιος, ἂν σύ μὲν ἀτιμοῦν με βούλῃ καὶ προπηλακίζειν, ἐγὼ δέ τινα τῶν σῶν ἐπικαλέσωμαι συναρχόντων, ὁ δὲ ἀναβῇ βοηθήσων, σὺ δὲ ὀργισθῇς, ἆρά γε αὐτοῦ τὴν ἀρχὴν ἀφαιρήσῃ;3
然而安尼乌斯在口才与声望上均远逊于提比略,便借自己的诡谲之才退居自保,请求提比略在正式控辩前先回答几个简短的问题。在提比略准许发问且全场肃静之后,安尼乌斯说道: “假使你想剥夺我的公权并羞辱我,而我向你的一位同僚呼救,该同僚登台相助,而你勃然大怒,那么你是否也会剥夺他的职位?”
πρὸς ταύτην λέγεται τὴν ἐρώτησιν οὕτω διαπορηθῆναι τόν Τιβέριον ὥστε πάντων ὄντα καὶ τὸ λέγειν ἑτοιμότατον καὶ τὸ θαρρεῖν ἰταμώτατον ἀποσιωπῆσαι.
据说面对这个提问,提比略陷入了极度的困惑之中,以至于尽管他在所有人中口才最为敏捷、胆魄最为大胆,却也顿时哑口无言。
- Tiberius.14.2γινώσκειν Εὔδημον αὐτῷ τόν Περγαμηνὸν τῶν βασιλικῶν διάδημα δεδωκότα καὶ πορφύραν
动词 γινώσκειν(知晓)接分词 δεδωκότα 的复合宾语结构,用以替代间接引语从句。与格代词 αὐτῷ 指代提比略。其后的 ὡς μέλλοντι 是表主观意图的分词短语,阳性单数与格分词 μέλλοντι 与 αὐτῷ 保持一致。
- Tiberius.14.4εἰς ὁρισμόν τινα προὐκαλεῖτο τόν Τιβέριον, ἦ μὴν ἱερὸν ὄντα καὶ ἄσυλον ἐκ τῶν νόμων ἠτιμωκέναι τόν συνάρχοντα
短语 προκαλέομαι εἰς ὁρισμόν 意指罗马法中的 sponsio(即就法律或事实争端设定的誓约性赌局或对决)。随后的 ἦ μήν(用于誓言的程式词)引导不定式 ἠτιμωκέναι,界定了该争讼的前提,即提比略确实剥夺了其同僚的公权。ἠτιμωκέναι 的逻辑主语为提比略,宾语为 τὸν συνάρχοντα(奥克塔维乌斯)。
- Tiberius.14.5ἂν σύ μὲν ἀτιμοῦν με βούλῃ καὶ προπηλακίζειν, ἐγὼ δέ τινα τῶν σῶν ἐπικαλέσωμαι συναρχόντων, ὁ δὲ ἀναβῇ βοηθήσων, σὺ δὲ ὀργισθῇς, ἆρά γε αὐτοῦ τὴν ἀρχὴν ἀφαιρήσῃ;
由连词 ἄν(ἐάν)引导的长假定从句,通过 μὲν...δέ 将四个虚拟语气分句(βούλῃ, ἐπικαλέσωμαι, ἀναβῇ, ὀργισθῇς)环环相扣地连接起来。主句则是以 ἆρά γε 引导的修辞性疑问句,动词为第二人称单数将来时中动相 ἀφαιρήσῃ,以此设问将提比略逼入两难的逻辑困境。
