← 普鲁塔克

格拉古兄弟传

§Tiberius.13.1-Tiberius.13.5

土地法通过与元老院贵族的刁难

土地法得以通过,三人分配委员会选定,新的保民官获得补选。以纳西卡为首的元老院权贵通过削减公用补贴侮辱提比略,提比略则借友人疑似遭下毒暴毙之事,向民众恳请保护其家人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Tiberius.13.1

ἐκ τούτου κυροῦται μὲν ὁ περὶ τῆς χώρας νόμος, αἱροῦνται δὲ τρεῖς ἄνδρες ἐπὶ τὴν διάκρισιν καὶ διανομήν, αὐτὸς Τιβέριος καὶ Κλαύδιος Ἄππιος ὁ πενθερὸς καὶ Γάιος Γράγχος ὁ ἀδελφός, οὐ παρὼν οὗτος, ἀλλὰ ὑπὸ Σκηπίωνι πρὸς Νομαντίαν στρατευόμενος.

由此,有关土地的法律获得通过,并选出三人委员会负责土地的勘定与分配,即提比略本人、其岳父克劳狄乌斯·阿庇乌斯以及其弟盖约·格拉古;不过后者当时并不在场,而在西庇阿麾下出征努曼提亚。

§Tiberius.13.2

ταῦτα τοῦ Τιβερίου διαπραξαμένου καθʼ ἡσυχίαν μηδενὸς ἐνισταμένου, καὶ πρὸς τούτοις δήμαρχον ἀντικαταστήσαντος οὐδένα τῶν ἐπιφανῶν, ἀλλὰ Μούκιόν τινα, πελάτην αὐτοῦ, πρὸς πάντα δυσχεραίνοντες οἱ δυνατοὶ καὶ φοβούμενοι τοῦ Τιβερίου τὴν αὔξησιν ἐν τῇ βουλῇ προεπηλάκιζον αὐτόν, αἰτουμένῳ μὲν, ὡς ἔθος ἐστὶν, ἐκ δημοσίου σκηνήν, ὅπως ἔχοι διανέμων τὴν χώραν, οὐ δόντες,1 ἑτέρων ἐπʼ ἐλάττοσι χρείαις πολλάκις λαβόντων, ἀνάλωμα δὲ εἰς ἑκάστην ἡμέραν ἐννέα ὀβολοὺς τάξαντες, εἰσηγουμένου ταῦτα Ποπλίου Νασικᾶ καὶ δεδωκότος ἑαυτὸν εἰς τὴν πρὸς ἐκεῖνον ἔχθραν ἀφειδῶς· πλείστην γὰρ ἐκέκτητο γῆν δημοσίαν, καὶ χαλεπῶς ἔφερεν ἐκβαίνειν αὐτῆς ἀναγκαζόμενος.

由于提比略在无人反对的情况下平稳地完成了这些事情,加之补选的保民官并非显赫之士,而是其门客某位穆基乌斯,权贵们对此一切深感不悦,且畏惧提比略势力的膨胀,因而在元老院中公然羞辱他。当他依照惯例为分配土地期间的住宿而向公库申领帐篷时,他们却不予发放,尽管其他人曾多次因更微不足道的公事获准领取;不仅如此,他们还将他每日的开销定为仅仅九个奥博尔。这一提议是由普布利乌斯·纳西卡提出的,他不遗余力地投身于对提比略的敌对之中;因为他占有最多的公有土地,对于被迫交出土地感到极为怨恨。

§Tiberius.13.4

ὁ δὲ δῆμος ἔτι μᾶλλον ἐξεκᾴετο καὶ φίλου τινὸς τῷ Τιβερίῳ τελευτήσαντος αἰφνιδίως καὶ σημείων τῷ νεκρῷ μοχθηρῶν ἐπιδραμόντων, βοῶντες ὑπὸ φαρμάκων ἀνῃρῆσθαι τὸν ἄνθρωπον ἐπὶ τὴν ἐκφορὰν συνέδραμον2 καὶ τὸ λέχος ἤραντο καὶ θαπτομένῳ παρέστησαν, οὐ φαύλως ὑπονοῆσαι τὴν φαρμακείαν δόξαντες.

民众则被进一步激怒。提比略的一位朋友突然暴毙,尸体上浮现出恶性的斑点,众人高喊此人死于下毒,蜂拥赶往葬礼,抬起灵柩,守候在火葬旁,他们怀疑系中毒致死似乎并非毫无根据。

§Tiberius.13.5

ἐρράγη γὰρ ὁ νεκρὸς καὶ διεφθορότων ὑγρῶν πλῆθος ἐξέβλυσεν, ὥστε ἀποσβέσαι τὴν φλόγα· καὶ φερόντων ἄλλην αὖθις οὐκ ἐκᾴετο πρὶν εἰς ἕτερον τόπον μετακομισθῆναι, καὶ πολλὰ πραγματευσαμένων μόλις ἥψατο τὸ πῦρ αὐτοῦ, πρὸς ταῦτα τοὺς πολλοὺς ἔτι μᾶλλον ὁ Τιβέριος παροξύνων μετέβαλε τὴν ἐσθῆτα, καὶ τοὺς παῖδας προαγαγὼν ἐδεῖτο τοῦ δήμου τούτων κήδεσθαι καὶ τῆς μητρός, ὡς αὐτὸς ἀπεγνωκὼς ἑαυτόν.3

因为尸体破裂开来,喷出大量腐败的体液,以致浇灭了火焰;当人们再次取来新火时,直到把尸体转移到另一处地方它仍未燃烧,经过百般周折才勉强着了火。针对这些情况,提比略为了更加激起民众的情绪而换上丧服,领出自己的孩子们,恳求民众照顾他们和他们的母亲,宛如他自己已对自身的性命不抱希望一般。

语法注3 条
  1. Tiberius.13.2αἰτουμένῳ μὲν, ὡς ἔθος ἐστὶν, ἐκ δημοσίου σκηνήν, ὅπως ἔχοι διανέμων τὴν χώραν, οὐ δόντες

    接续在主句 προεπηλάκιζον αὐτόν 之后的状语分词结构。与格现在分词 αἰτουμένῳ 与宾语 αὐτόν 同指提比略,作 δόντες 的间接宾语;带有否定词的主格不定过去时分词 οὐ δόντες 则与主句主语 οἱ δυνατοί 一致,说明侮辱的具体手段与事实。格位的差异清楚区分了请求者与拒绝者。

  2. Tiberius.13.4ὁ δὲ δῆμος ... βοῶντες ... συνέδραμον

    语法主语 ὁ δῆμος 为单数集合名词,但出于指代组成民众的复数个体,其后的分词 βοῶντες 以及动词 συνέδραμον、ἤραντο、παρέστησαν 与分词 δόξαντες 均采用复数形式与之呼应(依意一致,schema ad sensum)。

  3. Tiberius.13.5ὡς αὐτὸς ἀπεγνωκὼς ἑαυτόν

    连词 ὡς 与完成时主动分词 ἀπεγνωκώς(源自 ἀπογιγνώσκω,意为“放弃希望”、“自绝”)连用,表达主语自身主观持有的心态或宣称的处境(“宛如他自己已放弃了自身的希望”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.13.1-Tiberius.13.5