- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.12.1-Tiberius.12.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
提比略推进罢免奥克塔维乌斯的表决,并在即将通过前最后一次试图劝降遭拒,法案通过后奥克塔维乌斯被强行拽下讲坛并险遭暴民所伤。
καὶ τότε μὲν ἐπὶ τούτοις διέλυσε τὴν ἐκκλησίαν τῇ δʼ ὑστεραίᾳ τοῦ δήμου συνελθόντος ἀναβὰς ἐπὶ τὸ βῆμα πάλιν ἐπειρᾶτο πείθειν τὸν Ὀκτάβιον ὡς δὲ ἦν ἀμετάπειστος, εἰσήνεγκε νόμον ἀφαιρούμενον αὐτοῦ τὴν δημαρχίαν, καὶ τοὺς πολίτας εὐθὺς ἐκάλει τὴν ψῆφον ἐπιφέροντας.
当时他便以此番言辞解散了民众大会;次日民众再度聚集,他登上讲坛,再次试图说服奥克塔维乌斯。但见对方仍固执不屈,提比略便提出一项剥夺其保民官职位的法案,并随即召集公民进行投票。
οὐσῶν δὲ πέντε καὶ τριάκοντα φυλῶν, ὡς αἱ δεκαεπτὰ τὴν ψῆφον ἐπενηνόχεισαν καὶ μιᾶς ἔτι προσγενομένης ἔδει τὸν Ὀκτάβιον ἰδιώτην γενέσθαι, κελεύσας ἐπισχεῖν αὖθις ἐδεῖτο τοῦ Ὀκταβίου καὶ περιέβαλεν αὐτὸν ἐν ὄψει τοῦ δήμου καὶ κατησπάζετο, λιπαρῶν καὶ δεόμενος μήθʼ ἑαυτὸν ἄτιμον περιιδεῖν γενόμενον μήτʼ ἐκείνῳ βαρέος οὕτω καὶ σκυθρωποῦ πολιτεύματος αἰτίαν προσάψαι.1
在全部三十五个部落中,当十七个部落已经完成投票,只要再添一个部落,奥克塔维乌斯便不得不退为平民时,提比略下令暂停投票,再次恳求奥克塔维乌斯;他在全体民众面前拥抱并亲吻他,苦苦哀求他既不要任凭自己蒙受耻辱,也不要让自己(提比略)承担推行如此严酷且令人痛心的政举的罪责。
τούτων τῶν δεήσεων οὐ παντελῶς ἄτεγκτον οὐδʼ ἀτενῆ λέγουσιν ἀκροᾶσθαι τὸν Ὀκτάβιον, ἀλλὰ καὶ δακρύων ὑποπίμπλασθαι τὰ ὄμματα καὶ σιωπᾶν ἐπὶ πολὺν χρόνον, ὡς μέντοι πρὸς τοὺς πλουσίους καὶ τοὺς κτηματικοὺς συνεστῶτας ἀπέβλεψεν, αἰδεσθεὶς δοκεῖ καὶ φοβηθεὶς τὴν παρʼ ἐκείνοις ἀδοξίαν ὑποστῆναι πᾶν δεινὸν οὐκ ἀγεννῶς καὶ κελεῦσαι2 πράττειν ὃ βούλεται τὸν Τιβέριον.
据说奥克塔维乌斯倾听这些恳求时,并非完全无动于衷,也并非一味顽固,而是眼中噙满泪水,沉默了许久;然而,当他转眼望向聚立在一处的富人和地主们时,似乎是出于羞愧以及对在他们面前蒙受声名扫地的恐惧,他表现得十分高尚,决心承受一切危难,并叫提比略去做他想做的事。
οὕτω δὴ τοῦ νόμου κυρωθέντος ὁ μὲν Τιβέριος τῶν ἀπελευθέρων τινὶ προσέταξεν ἀπὸ τοῦ βήματος ἑλκύσαι τὸν Ὀκτάβιον· ἐχρῆτο δὲ ὑπηρέταις ἀπελευθέροις ἰδίοις, καὶ τοῦτο τὴν ὄψιν οἰκτροτέραν τοῦ Ὀκταβίου παρέσχεν ἑλκομένου πρὸς ὕβριν.
法律就这样被通过,提比略便吩咐自己的一名被释奴隶将奥克塔维乌斯从讲坛上拉下来;因为他使用自己的被释奴隶作为差役,这使得奥克塔维乌斯受辱被拽下的景象显得格外凄惨。
ὁ δὲ δῆμος ἐφώρμησεν αὐτῷ, καὶ τῶν πλουσίων συνδραμόντων καὶ διασχόντων τὰς χεῖρας, ὁ μὲν Ὀκτάβιος ἐσώθη μόλις ἐξαρπαγεὶς καὶ διαφυγὼν τὸν ὄχλον, οἰκέτην δὲ αὐτοῦ πιστὸν ἔμπροσθεν ἑστῶτα καὶ προτεταγμένον ἐξετύφλωσαν, ἄκοντος τοῦ Τιβερίου,3 καὶ πρὸς τὸν θόρυβον, ὡς ᾔσθετο τὰ γινόμενα, πολλῇ σπουδῇ καταδραμόντος.
民众向他扑去,而在富人们纷纷奔来伸开双臂阻挡保护之下,奥克塔维乌斯才勉强被救出并逃离了人群;然而他的一名忠仆因挡在前面护卫主人,竟被挖去了双眼。这并非提比略的本意,他一察觉事态发生,便急忙奔向骚动之处。
- Tiberius.12.2μήθʼ ἑαυτὸν ἄτιμον περιιδεῖν γενόμενον μήτʼ ἐκείνῳ βαρέος οὕτω καὶ σκυθρωποῦ πολιτεύματος αἰτίαν προσάψαι
不定式结构中的代词指代划分。不定式 περιιδεῖν 的逻辑主语是被恳求者奥克塔维乌斯,反身代词 ἑαυτόν 指代奥克塔维乌斯自身(“不要任凭自己受辱被黜”);而后文的指示代词 ἐκείνῳ 则客观地指代说话者提比略本人(“不要把责任推给他/由他承担”)。
- Tiberius.12.3αἰδεσθεὶς δοκεῖ καὶ φοβηθεὶς τὴν παρʼ ἐκείνοις ἀδοξίαν ὑποστῆναι πᾶν δεινὸν οὐκ ἀγεννῶς καὶ κελεῦσαι
句式结构发生转换:从句首由 λέγουσιν 引导的宾格不定式从句(τὸν Ὀκτάβιον ἀκροᾶσθαι...)转变为以人称动词 δοκεῖ(“似乎”)为核心的人称结构。分词 αἰδεσθεὶς καὶ φοβηθείς 以及不定式 ὑποστῆναι 与 κελεῦσαι 均以隐含的奥克塔维乌斯为主语,作 δοκεῖ 的补充成分。
- Tiberius.12.5ἄκοντος τοῦ Τιβερίου
属格独立结构(ἄκοντος τοῦ Τιβερίου,“违背提比略的意愿”)。形容词 ἄκοντος(ἄκων 的阳性单数属格)与后文分词 καταδραμόντος 并列,共同与 Τιβερίου 保持性数格一致,构成标准的属格独立结构。
