- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Tiberius.11.1-Tiberius.11.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
表决当日富人抢夺票瓮引发混乱,经元老院调解无果后,提比略转而寻求罢免同僚奥克塔维乌斯的保民官职位。
ἐνστάσης δὲ τῆς ἡμέρας καὶ τὸν δῆμον αὐτοῦ καλοῦντος ἐπὶ τὴν ψῆφον, ἡρπάσθησαν ὑπὸ τῶν πλουσίων αἱ ὑδρίαι, καὶ τὰ γινόμενα πολλὴν εἶχε σύγχυσιν. οὐ μὴν ἀλλὰ τῶν περὶ Τιβέριον πλήθει βιάσασθαι δυναμένων καὶ συστρεφομένων ἐπὶ τοῦτο, Μάλλιος καὶ Φούλβιος, ἄνδρες ὑπατικοὶ, προσπεσόντες τῷ Τιβερίῳ καὶ χειρῶν ἁπτόμενοι καὶ δακρύοντες ἐδέοντο παύσασθαι.
当投票之日到来,提比略召集民众进行表决时,投票瓮被富人们夺走,局势陷入极大的混乱。然而,提比略的支持者依仗人数优势完全能够以武力强推,并且正为此集结,此时执政官级显贵曼利乌斯和富尔维乌斯仆倒在提比略面前,紧握其双手,流泪恳求他停止。
τοῦ δὲ καὶ τὸ μέλλον ὅσον οὔπω1 δεινὸν ἤδη συμφρονοῦντος, καὶ διʼ αἰδῶ τῶν ἀνδρῶν πυθομένου τί κελεύουσι πράττειν αὐτόν, οὐκ ἔφασαν ἀξιόχρεῳ εἶναι2 πρὸς τηλικαύτην συμβουλίαν, ἐπιτρέψαι δὲ τῇ βουλῇ κελεύοντες καὶ δεόμενοι συνέπεισαν. ὡς δὲ οὐδὲν ἐπέραινεν ἡ βουλὴ συνελθοῦσα διὰ τοὺς πλουσίους ἰσχύοντας ἐν αὐτῇ, τρέπεται πρὸς ἔργον οὐ νόμιμον οὐδὲ ἐπιεικές, ἀφελέσθαι τῆς ἀρχῆς τὸν Ὀκτάβιον,3 ἀμηχανῶν ἄλλως ἐπαγαγεῖν τῷ νόμῳ τὴν ψῆφον.
提比略本人也已察知迫在眉睫的危险,出于对这二人的敬重,便询问他们要自己怎么做;他们表示自己无资格提出如此重大的建议,但极力劝说并恳求他将此事提交元老院处理,最终说服了他。然而,元老院集会后,由于在其中掌权的富豪们作梗而一事无成,提比略在苦于无法用其他方式将法案付诸表决的情况下,便诉诸一项既不合法也不公允的举动——剥夺奥克塔维乌斯的官职。
καὶ πρῶτον μὲν ἐδεῖτο φανερῶς αὐτοῦ, λόγους τε προσφέρων φιλανθρώπους καὶ χειρῶν ἁπτόμενος, ἐνδοῦναι καὶ χαρίσασθαι τῷ δήμῳ δίκαια μὲν ἀξιοῦντι, μικρὰ δὲ ἀντὶ μεγάλων πόνων καὶ κινδύνων ληψομένῳ. διωθουμένου δὲ τοῦ Ὀκταβίου τὴν ἔντευξιν ὑπειπὼν ὁ Τιβέριος ὡς οὐκ ἔστιν ἄρχοντας ἀμφοτέρους καὶ περὶ πραγμάτων μεγάλων ἀπʼ ἴσης ἐξουσίας διαφερομένους ἄνευ πολέμου διεξελθεῖν τὸν χρόνον, ἓν ἴαμα τούτου μόνον ὁρᾶν ἔφη τὸ παύσασθαι τῆς ἀρχῆς τὸν ἕτερον.
起初,他公开恳求奥克塔维乌斯,语气温和并握住他的双手,劝他让步并顺从民众的心愿,因为民众的要求是正当的,且在付出巨大的劳苦和危险之后所能得到的不过微乎其微。但当奥克塔维乌斯拒绝了这一恳求时,提比略提出,两人同为行政长官,在重大事务上拥有对等的权力却意见相左,绝不可能在不爆发冲突的情况下度过任期;他说自己所见的唯一补救办法,就是其中一人解除公职。
καὶ περὶ αὐτοῦ γε προτέρου τὸν Ὀκτάβιον ἐκέλευσε τῷ δήμῳ ψῆφον ἀναδοῦναι καταβήσεσθαι γὰρ εὐθὺς ἰδιώτης γενόμενος, ἂν τοῦτο δόξῃ τοῖς πολίταις. τοῦ δὲ Ὀκταβίου μὴ θέλοντος αὐτὸς ἔφη περὶ ἐκείνου ψῆφον ἀναδώσειν, ἐὰν μὴ μεταγνῷ βουλευσάμενος.
他甚至要求奥克塔维乌斯先就罢免自己一事付诸民众表决;因为若公民们认为应当如此,他愿立即辞官退为平民。在奥克塔维乌斯拒绝后,提比略表示,除非对方三思之后改变主意,否则自己将就罢免奥克塔维乌斯一事主持表决。
- Tiberius.11.2ὅσον οὔπω
副词性熟语,意为“迫在眉睫”“指日之间”,在此修饰名词化短语 τὸ μέλλον δεινόν(“即将来临的危险”),强化了事态的时间紧迫性。
- Tiberius.11.2οὐκ ἔφασαν ἀξιόχρεῳ εἶναι
否定词 οὐκ 依惯用法置于主动词 ἔφασαν 之前,表达“他们说自己不……”。由于不定式 εἶναι 的逻辑主语与主句主语一致,表语形容词 ἀξιόχρεῳ(“称职的、有资格的”)保留主格(主格加不定式结构),而非采用通常宾格加不定式中的宾格。
- Tiberius.11.2ἀφελέσθαι τῆς ἀρχῆς τὸν Ὀκτάβιον
同位语(说明性)不定式,具体阐释前文 ἔργον οὐ νόμιμον οὐδὲ ἐπιεικές(“不合法亦不公允的举动”)的内容。动词 ἀφαιρέομαι 支配人的宾格(τὸν Ὀκτάβιον)以及表剥夺、分离的属格(τῆς ἀρχῆς)。
