- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Caius.9.1-Caius.9.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德鲁苏斯在元老院支持下提出超越盖乌斯的大众讨好法案;元老院曾反对盖乌斯,如今却鼎力支持德鲁苏斯,暴露了其纯粹针对盖乌斯个人的敌意,但此举也缓和了民众对贵族的仇恨。
ἐπιδοὺς οὖν ὁ Λίβιος εἰς ταῦτα τῇ βουλῇ τὴν ἑαυτοῦ δημαρχίαν νόμους ἔγραψεν οὔτε τῶν καλῶν τινος οὔτε τῶν λυσιτελῶν ἐχομένους,1 ἀλλὰ ἓν μόνον, ὑπερβαλέσθαι τὸν Γάϊον ἡδονῇ καὶ χάριτι τῶν πολλῶν, ὥσπερ ἐν κωμῳδίᾳ, σπεύδων καὶ διαμιλλώμενος. ᾧ καὶ καταφανεστάτην ἐποίησεν ἑαυτὴν ἡ σύγκλητος οὐ δυσχεραίνουσαν2 τοῖς τοῦ Γαΐου πολιτεύμασιν, ἀλλὰ αὐτὸν ἐκεῖνον ἀνελεῖν ἢ ταπεινῶσαι παντάπασι βουλομένην.
于是,利维乌斯为这些目的将自己的保民官之权托付于元老院,提出了既不关乎崇高也不关乎实益的法案,而是一心一意、如同在滑稽喜剧中竞相角逐一般,只求在取悦和笼络大众上胜过盖乌斯。通过这种做法,元老院也使自身昭然若揭:他们并非不满于盖乌斯的政措本身,而是企图彻底消灭或打压盖乌斯其人。
τὸν μὲν γὰρ ἀποικίας δύο γράψαντα καὶ τοὺς χαριεστάτους τῶν πολιτῶν εἰσάγοντα δημοκοπεῖν ᾐτιῶντο, Λιβίῳ δὲ δώδεκα κατοικίζοντι καὶ τρισχιλίους εἰς ἑκάστην ἀποστέλλοντι τῶν ἀπόρων συνελαμβάνοντο. κἀκείνῳ μὲν, ὅτι χώραν διένειμε τοῖς πένησι προστάξας ἑκάστῳ τελεῖν ἀποφορὰν εἰς τὸ δημόσιον, ὡς κολακεύοντι τοὺς πολλοὺς ἀπηχθάνοντο, Λίβιος δὲ καὶ τὴν ἀποφορὰν ταύτην τῶν νειμαμένων ἀφαιρῶν ἤρεσκεν αὐτοῖς.
因为盖乌斯提案设立两座殖民城市并将最体面的公民迁入其中时,他们指责他是蛊惑民心;而当利维乌斯设立十二座殖民城市、向每座城市派遣三千名贫民时,他们却予以全力襄助。又当盖乌斯向贫民分配土地并规定每人向国库交纳地租时,他们以其谄媚大众而对他深恶痛绝;可当利维乌斯甚至要免去分得土地者这项地租时,他们却感到满意。
ἔτι δὲ ὁ μὲν τοῖς Λατίνοις ἰσοψηφίαν διδοὺς ἐλύπει, τοῦ δέ, ὅπως μηδὲ ἐπὶ στρατείας ἐξῇ τινα Λατίνων ῥάβδοις αἰκίσασθαι γράψαντος ἐβοήθουν τῷ νόμῳ.3 καὶ μέντοι καὶ αὐτὸς ὁ Λίβιος ἀεὶ δημηγορῶν ἔλεγεν ὡς γράφοι ταῦτα τῇ βουλῇ δοκοῦντα κηδομένῃ τῶν πολλῶν·
此外,盖乌斯给予拉丁人同等投票权令他们恼怒;但当利维乌斯提案规定即使在服兵役期间也不得用笞条拷打任何拉丁人时,他们却对该法案鼎力相助。而且,利维乌斯本人每次发表演说时,也都声称自己提出这些主张是顺应元老院之意,因为元老院深切关怀平民大众。
ὃ δὴ καὶ μόνον ἀπὸ τῶν πολιτευμάτων αὐτοῦ χρήσιμον ὑπῆρχεν. ἡμερώτερον γὰρ ἔσχε πρὸς τὴν βουλὴν ὁ δῆμος· καὶ τοὺς γνωριμωτάτους αὐτοῦ πρότερον ὑφορωμένου καὶ μισοῦντος4 ἐξέλυσε καὶ κατεπράυνε τὴν μνησικακίαν καὶ χαλεπότητα ταύτην ὁ Λίβιος, ὡς ἐκ τῆς ἐκείνων ὁρμώμενος γνώμης ἐπὶ τὸ δημαγωγεῖν καὶ χαρίζεσθαι τοῖς πολλοῖς.
而这恰恰是他这些政举中唯一发挥积极作用之处。因为平民对元老院的态度变得缓和多了;以往平民对最显赫的人物满怀戒心与怨恨,而如今利维乌斯表明自己是受他们授意才来拉拢大众并迎合平民的,从而化解并平息了平民的这种宿怨与敌意。
- Caius.9.1ἐχομένους
动词 ἔχομαι 的中动态现在分词,支配属格(τῶν καλῶν τινος 与 τῶν λυσιτελῶν),意为“与……有关联”、“关乎……”。
- Caius.9.1ᾧ καὶ καταφανεστάτην ἐποίησεν ἑαυτὴν ἡ σύγκλητος οὐ δυσχεραίνουσαν
关系代词与格 ᾧ 指代前文的整个事实,表手段或原因(“由此/凭此”)。主谓动词 ἐποίησεν 支配反身代词 ἑαυτήν 作为直接宾语,并后接表语性形容词 καταφανεστάτην 以及修饰该宾语的分词短语 οὐ δυσχεραίνουσαν ... ἀλλὰ ... βουλομένην(“使自己最为昭然地显出并非不满……而是企图……”)。
- Caius.9.3ὁ μὲν τοῖς Λατίνοις ἰσοψηφίαν διδοὺς ἐλύπει, τοῦ δέ, ὅπως μηδὲ ἐπὶ στρατείας ἐξῇ τινα Λατίνων ῥάβδοις αἰκίσασθαι γράψαντος ἐβοήθουν τῷ νόμῳ
对比句式中的不对称转换:前半句采用主格主语搭配谓语动词(ὁ μὲν ... ἐλύπει,“前者因给予……而使他们不快”),而后半句转为属格独立结构(τοῦ δὲ ... γράψαντος),主句的主语则转为元老院(ἐβοήθουν τῷ νόμῳ,“而当后者提出……时,他们却支持该法案”)。
- Caius.9.4αὐτοῦ πρότερον ὑφορωμένου καὶ μισοῦντος
属格独立结构。单数代词 αὐτοῦ 指代前文作为集合名词的单数主语 ὁ δῆμος,意为“尽管民众此前怀疑并憎恨(他们当中最显赫的人物)”。
