- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Caius.10.1-Caius.10.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德鲁苏斯以毫无私利的姿态赢取民心,而盖乌斯则远赴非洲主持迦太基的重建。在盖乌斯离城期间,其盟友富尔维乌斯的躁乱举动以及西庇阿暴卒的嫌疑牵连到了盖乌斯。
μεγίστη δὲ τῷ Δρούσῳ πίστις εὐνοίας πρὸς τὸν δῆμον ἐγίνετο καὶ δικαιοσύνης τὸ μηδὲν αὑτῷ μηδʼ ὑπὲρ ἑαυτοῦ φαίνεσθαι γράφοντα,1 καὶ γὰρ οἰκιστὰς ἑτέρους ἐξέπεμπε τῶν πόλεων καὶ διοικήσεσι χρημάτων οὐ προσῄει, τοῦ Γαΐου τὰ πλεῖστα καὶ μέγιστα τῶν τοιούτων αὑτῷ προστιθέντος.
此外,最能证明德鲁苏斯对平民怀有善意且为人公正的,乃是他似乎从未为自己或替自己提出任何提案;事实上,他派遣其他人担任各城市的建城官,自己绝不插手资金的管理,而盖乌斯却把此类事务中绝大部分也是最重要的职责揽在自己身上。
ἐπεὶ δὲ Ῥουβρίου τῶν συναρχόντων ἑνὸς οἰκίζεσθαι Καρχηδόνα γράψαντος ἀνῃρημένην ὑπὸ Σκηπίωνος, κλήρῳ λαχὼν ὁ Γάιος ἐξέπλευσεν εἰς Λιβύην ἐπὶ τὸν κατοικισμόν, ἔτι μᾶλλον ἐπιβὰς ὁ Δροῦσος ἀπόντος αὐτοῦ τὸν δῆμον ὑπελάμβανε καὶ προσήγετο, μάλιστα ταῖς κατὰ τοῦ Φουλβίου διαβολαῖς.
当其同僚保民官之一鲁布里乌斯提案重建被西庇阿毁灭的迦太基时,盖乌斯抽签中选,航行至利比亚主持殖民事务;德鲁苏斯趁其不在更是步步紧逼,尤其是利用针对富尔维乌斯的诋毁来拉拢并争取民众。
ὁ δὲ Φούλβιος οὗτος ἦν τοῦ Γαΐου φίλος, καὶ συνάρχων ἐπὶ τὴν διανομὴν τῆς χώρας ᾑρημένος· ἦν δὲ θορυβώδης, καὶ μισούμενος μὲν ὑπὸ τῆς βουλῆς ἄντικρυς, ὕποπτος δὲ καὶ τοῖς ἄλλοις ὡς τὰ συμμαχικὰ διακινῶν καὶ παροξύνων κρύφα τοὺς Ἰταλιώτας πρὸς ἀπόστασιν. οἷς ἀναποδείκτως καὶ ἀνελέγκτως λεγομένοις αὐτὸς προσετίθει πίστιν ὁ Φούλβιος οὐχ ὑγιαινούσης οὐδὲ εἰρηνικῆς ὢν προαιρέσεως.
这位富尔维乌斯是盖乌斯的朋友,并被选为土地分配事务的同僚;但他是个喜好滋事之人,不仅被元老院公然憎恶,也受到其他人的怀疑,被指责扰乱盟邦事务并秘密煽动意大利人叛乱。对于这些未经证实且未经盘驳的传言,富尔维乌斯由于自身性格既不健全也不爱好和平,反而让其显得更加可信。
τοῦτο μάλιστα κατέλυε τὸν Γάϊον ἀπολαύοντα τοῦ μίσους,2 καὶ ὅτε Σκηπίων ὁ Ἀφρικανὸς ἐξ οὐδενὸς αἰτίου προφανοῦς ἐτελεύτησε καὶ σημεῖά τινα τῷ νεκρῷ πληγῶν καὶ βίας ἐπιδραμεῖν ἔδοξεν, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται, τὸ μὲν πλεῖστον ἐπὶ τὸν Φούλβιον ἦλθε τῆς διαβολῆς, ἐχθρὸν ὄντα καὶ τὴν ἡμέραν ἐκείνην ἐπὶ τοῦ βήματος τῷ Σκηπίωνι λελοιδορημένον, ἥψατο δὲ καὶ τοῦ Γαΐου ὑπόνοια.
这最让盖乌斯大受动摇,他也随之蒙受了这种仇恨。当阿非利加努斯·西庇阿无明显缘由暴毙、遗体上似乎显露出遭受击打与暴力的痕迹时——正如在关于他的传记中所记载的那样——,诽谤的大部分落在了富尔维乌斯头上,因为他是死敌且就在当天还曾在讲坛上辱骂西庇阿;但嫌疑也波及到了盖乌斯。
καὶ δεινὸν οὕτως ἔργον ἐπʼ ἀνδρὶ τῷ πρώτῳ καὶ μεγίστῳ Ῥωμαίων τολμηθὲν οὐκ ἔτυχε δίκης οὐδὲ εἰς ἔλεγχον προῆλθεν· ἐνέστησαν γὰρ οἱ πολλοὶ καὶ κατέλυσαν τὴν κρίσιν ὑπὲρ τοῦ Γαΐου φοβηθέντες, μὴ περιπετὴς τῇ αἰτίᾳ τοῦ φόνου ζητουμένου γένηται·3 ταῦτα μὲν οὖν ἐγεγόνει πρότερον.
如此针对罗马第一人及最伟大人物犯下的骇人罪行,既未受到司法惩处,亦未推进到审理阶段;因为民众挺身而出阻止并终止了审判,他们为盖乌斯感到担忧,害怕一旦彻查这桩谋杀案,他会陷入罪责之中。——不过,这些都是更早之前发生的事了。
- Caius.10.1τὸ μηδὲν αὑτῷ μηδʼ ὑπὲρ ἑαυτοῦ φαίνεσθαι γράφοντα
带有定冠词的不定式短语(τὸ... φαίνεσθαι)充当 ἐγίνετο 的主语。不定式 φαίνεσθαι 的补足分词 γράφοντα 采用了宾格,而未被句首的与格 τῷ Δρούσῳ 所同化,这符合不定式结构中未明示主语时补足成分通常采用宾格的规则。
- Caius.10.4ἀπολαύοντα τοῦ μίσους
动词 ἀπολαύω 通常意为“享受、受惠于”,但此处以反讽或引申义表示承受有害之物(即“蒙受恶果、遭受池鱼之殃”),支配属格 τοῦ μίσους。
- Caius.10.5φοβηθέντες, μὴ περιπετὴς τῇ αἰτίᾳ τοῦ φόνου ζητουμένου γένηται
表示担忧的分词 φοβηθέντες 引导带 μή 和虚拟语气 γένηται 的恐惧从句。形容词 περιπετής 搭配与格 τῇ αἰτίᾳ,意为“陷入/纠缠于(指控)”,而属格独立结构 τοῦ φόνου ζητουμένου 则带有条件含义,意为“若是调查这桩谋杀案”。
