← 普鲁塔克

格拉古兄弟传

§Caius.8.1-Caius.8.4

盖乌斯连任保民官与德鲁苏斯的对抗策略

盖乌斯在执政官选举中支持凡尼乌斯并助其当选,自己亦在民众拥戴下连任保民官,随后因元老院的敌意而推出新的殖民与公民权法案;元老院则利用同僚保民官利维乌斯·德鲁苏斯开展迎合民意的对抗策略。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Caius.8.1

ἐπὶ τούτοις τοῦ δήμου μεγαλύνοντος αὐτὸν καὶ πᾶν ὁτιοῦν ἑτοίμως ἔχοντος ἐνδείκνυσθαι πρὸς εὔνοιαν, ἔφη ποτὲ δημηγορῶν αὐτὸς αἰτήσειν χάριν, ἣν λαβὼν μὲν ἀντὶ παντὸς ἕξειν, εἰ δὲ ἀποτύχοι, μηδὲν ἐκείνοις μεμψιμοιρήσειν. τοῦτο ῥηθὲν ἔδοξεν αἴτησις ὑπατείας εἶναι, καὶ προσδοκίαν πᾶσιν ὡς ἅμα μὲν ὑπατείαν, ἅμα δὲ δημαρχίαν μετιὼν1 παρέσχεν.

鉴于这些举措,民众对他颂扬备至,乐于以一切方式向他表示善意;而他有一次在民众大会上发表演说,称自己将请求一项恩惠,若能得之,他视之为至宝,即便未能如愿,也决不会对民众有半点怨言。这番话被认为是在谋求执政官职位,使众人以为他意图同时兼任执政官与保民官。

§Caius.8.2

ἐνστάντων δὲ τῶν ὑπατικῶν ἀρχαιρεσιῶν καὶ μετεώρων ὄντων ἁπάντων ὤφθη Γάϊον Φάννιον κατάγων εἰς τὸ πεδίον καὶ συναρχαιρεσιάζων ἐκείνῳ μετὰ τῶν φίλων, τοῦτο ῥοπὴν ἤνεγκε τῷ Φαννίῳ μεγάλην. κἀκεῖνος μὲν ὕπατος, Γάιος δὲ δήμαρχος ἀπεδείχθη τὸ δεύτερον, οὐ παραγγέλλων οὐδὲ μετιών, ἀλλὰ τοῦ δήμου σπουδάσαντος.2

当执政官选举临近、人人心怀悬念之时,有人见他护送盖乌斯·凡尼乌斯前往会场,并与朋友们一同为凡尼乌斯助选拉票;这一举动对凡尼乌斯的选情产生了决定性的重大影响。结果凡尼乌斯当选为执政官,而盖乌斯本人并未参选,也未曾拉票,仅仅因民众的满腔热忱,就第二次被推选为保民官。

§Caius.8.3

ἐπεὶ δὲ ἑώρα τὴν μὲν σύγκλητον ἐχθρὰν ἄντικρυς, ἀμβλὺν δὲ τῇ πρὸς αὐτὸν εὐνοίᾳ τὸν Φάννιον, αὖθις ἑτέροις νόμοις ἀπηρτήσατο τὸ πλῆθος, ἀποικίας μὲν εἰς Τάραντα καὶ Καπύην πέμπεσθαι γράφων, καλῶν δὲ ἐπὶ κοινωνίᾳ πολιτείας τοὺς Λατίνους, ἡ δὲ βουλὴ δείσασα μὴ παντάπασιν ἄμαχος γένηται, καινὴν καὶ ἀσυνήθη πεῖραν ἐπῆγε τοῖς πολλοῖς ἀποτροπῆς,3 ἀντιδημαγωγοῦσα καὶ χαριζομένη παρὰ τὸ βέλτιστον.

然而,当他察觉元老院对自己公然敌视,凡尼乌斯对他的友善亦趋于冷淡时,他便再次以新的法案将民众笼络在自己身边:他提案向塔兰托和卡普亚派遣殖民者,并号召拉丁人分享公民权。元老院唯恐他变得无可匹敌,遂对民众施展了一种新奇而罕见的离间手段,通过与他竞相迎合平民、违背国家最优利益来讨好大众。

§Caius.8.4

ἦν γὰρ εἷς τῶν τοῦ Γαΐου συναρχόντων Λίβιος Δροῦσος, ἀνὴρ οὔτε γεγονώς τινος Ῥωμαίων οὔτε τεθραμμένος χεῖρον, ἤθει δὲ καὶ λόγῳ καὶ πλούτῳ τοῖς μάλιστα τιμωμένοις καὶ δυναμένοις ἀπὸ τούτων ἐνάμιλλος. ἐπὶ τοῦτον οὖν οἱ γνωριμώτατοι τρέπονται, καὶ παρεκάλουν αὐτὸν ἅψασθαι τοῦ Γαΐου καὶ μετʼ αὐτῶν ἐπὶ τὸν ἄνδρα συστῆναι, μὴ βιαζόμενον μηδὲ ἀντικρούοντα τοῖς πολλοῖς, ἀλλὰ πρὸς ἡδονὴν ἄρχοντα καὶ χαριζόμενον ὑπέρ ὧν καὶ ἀπεχθάνεσθαι καλῶς εἶχεν.4

原来在盖乌斯的保民官同僚中有一人名为利维乌斯·德鲁苏斯,此人无论家世还是修养都不逊于任何罗马人,其品行、口才与财富亦堪与凭此享有极高尊荣和权势的巨室相匹敌。于是显贵们便求助于他,敦促他向盖乌斯发难,并与他们联手对付此人;但要求他切莫强迫或顶撞民众,反而要迎合其喜好来施政,即便在理应承受非议之事上,也尽情顺从民众的心意。

语法注4 条
  1. Caius.8.1ὡς ἅμα μὲν ὑπατείαν, ἅμα δὲ δημαρχίαν μετιὼν

    连词 ὡς 与分词 μετιών 连用,修饰名词 προσδοκίαν,表达主观上的预期或揣测的内容,即“以为他意图同时兼谋执政官与保民官”。

  2. Caius.8.2οὐ παραγγέλλων οὐδὲ μετιών, ἀλλὰ τοῦ δήμου σπουδάσαντος

    与主语盖乌斯一致的主格分词(οὐ παραγγέλλων οὐδὲ μετιών,“既未参选也未拉票”)与属格独立结构(ἀλλὰ τοῦ δήμου σπουδάσαντος,“而是由于民众的热忱”)构成并列对比,体现了不同语法形式在意义上的因果对立。

  3. Caius.8.3καινὴν καὶ ἀσυνήθη πεῖραν ἐπῆγε τοῖς πολλοῖς ἀποτροπῆς

    倒装离隔结构(hyperbaton):定义或目的属格 ἀποτροπῆς(“阻拦/离间”)与所修饰的名词词组 καινὴν καὶ ἀσυνήθη πεῖραν(“新奇罕见的尝试”)被与格间接宾语 τοῖς πολλοῖς 隔开,意为“对民众施加离间阻遏的新招”。

  4. Caius.8.4ὑπὲρ ὧν καὶ ἀπεχθάνεσθαι καλῶς εἶχεν

    关系代词 ὧν 的先行词被省略(即 ὑπὲρ τούτων ὧν),介词 ὑπέρ 表“关于”。未完成过去时 καλῶς εἶχεν 表达非真实的恰当性或未履行的义务(“本应宁可招致怨恨之事”),表明为了公理本该不惜得罪民众。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Caius.8.1-Caius.8.4