- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Caius.7.1-Caius.7.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
盖约倾力于筑路事业,兼顾实用与美观,平整地形、铺设路面并架设桥梁,还设立了里程碑与供骑者上马的踏石。
ἐσπούδασε δὲ μάλιστα περὶ τὴν ὁδοποιΐαν, τῆς τε χρείας ἅμα καὶ τοῦ πρὸς χάριν καὶ κάλλος ἐπιμεληθείς, εὐθεῖαι γὰρ ἤγοντο διὰ τῶν χωρίων ἀτρεμεῖς, καὶ τὸ μὲν ἐστόρνυτο πέτρᾳ ξεστῇ, τὸ δʼ ἄμμου χώμασι νακτῆς ἐπυκνοῦτο. πιμπλαμένων δὲ τῶν κοίλων καὶ ζευγνυμένων γεφύραις ὅσα χείμαρροι διέκοπτον ἢ φάραγγες, ὕψος τε τῶν ἑκατέρωθεν ἴσον καὶ παράλληλον λαμβανόντων,1 ὁμαλὴν καὶ καλὴν ὄψιν εἶχε διʼ ὅλου τὸ ἔργον.
他尤其在修筑道路上倾注了心血,同时兼顾了实用性以及宜人与美观。道路穿行原野,径直平稳,有些路段铺以琢整的石料,有些路段则用压实的沙土填筑加固。低洼处被填平,凡被山洪或深壑切断之处均架以桥梁,使两侧地势保持相等而平行的标高,因而整个工程通段呈现出平缓而优美的外观。
πρὸς δὲ τούτοις διαμετρήσας κατὰ μίλιον ὁδὸν πᾶσαν τὸ δὲ μίλιον ὀκτὼ σταδίων ὀλίγον ἀποδεῖ κίονας λιθίνους σημεῖα τοῦ μέτρου κατέστησεν. ἄλλους δὲ λίθους ἔλαττον ἀπέχοντας ἀλλήλων ἑκατέρωθεν τῆς ὁδοῦ διέθηκεν, ὡς εἴη ῥᾳδίως τοῖς ἵππους ἔχουσιν ἐπιβαίνειν ἀπʼ αὐτῶν ἀναβολέως μὴ δεομένοις.2
除这些之外,他按罗马里(一罗马里略不足八希腊里)丈量了所有道路,并立起石柱作为里程标志。他还在道路两旁以更近的间距布设了另一些石块,以便骑马之人无须副手扶助,便可轻松由这些石头登鞍上马。
- Caius.7.1ὕψος τε τῶν ἑκατέρωθεν ἴσον καὶ παράλληλον λαμβανόντων
承接前文 πιμπλαμένων δὲ τῶν κοίλων... 的属格独立结构。分词 λαμβανόντων 的主语为实质化的副词短语 τῶν ἑκατέρωθεν(指道路两侧的堤坎或路段),以 ὕψος ἴσον καὶ παράλληλον 作为宾语,意为“两侧(的路基)获得均等且平行的标高”。
- Caius.7.2ἀναβολέως μὴ δεομένοις
名词 ἀναβολεύς 指助人上马的马夫、从者(古代尚无马镫)。此处使用否定词 μή,是因为分词 δεομένοις 具有假设或泛指条件意义(“若不需要助骑者”)。
