- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Caius.6.1-Caius.6.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
盖约在获得从骑士中遴选审判官的权力后掌握了巨大权势,不仅推行体恤行省的公正粮食政策,更以惊人的效率亲自统筹殖民、修路和粮仓等大型工程。他平易而有威仪地接待依附于他的各界人士,有力地驳斥了政敌的诽谤,彰显了其卓越的政治才能。
ἐπεὶ δὲ οὐ μόνον ἐδέξατο τὸν νόμον τοῦτον ὁ δῆμος, ἀλλὰ κἀκείνῳ τοὺς κρίνοντας ἐκ τῶν ἱππέων ἔδωκε καταλέξαι,1 μοναρχική τις ἰσχὺς ἐγεγόνει περὶ αὐτόν, ὥστε καὶ τὴν σύγκλητον ἀνέχεσθαι συμβουλεύοντος αὐτοῦ. συνεβούλευε δὲ ἀεί τι τῶν ἐκείνῃ πρεπόντων εἰσηγούμενος· οἷον ἦν καὶ τὸ περὶ τοῦ σίτου δόγμα μετριώτατον καὶ κάλλιστον, ὃν ἔπεμψε μὲν ἐξ Ἰβηρίας Φάβιος2 ἀντιστράτηγος, ἐκεῖνος δʼ ἔπεισε τὴν βουλὴν ἀποδομένην τὸν σῖτον ἀναπέμψαι ταῖς πόλεσι τὸ ἀργύριον, καὶ προσεπαιτιάσασθαι τὸν Φάβιον ὡς ἐπαχθῆ καὶ ἀφόρητον ποιοῦντα τὴν ἀρχὴν τοῖς ἀνθρώποις ἐφʼ ᾧ μεγάλην ἔσχε δόξαν μετὰ εὐνοίας ἐν ταῖς ἐπαρχίαις.
民众不仅接受了这项法律,而且还把从骑士阶层中遴选审判官的权力交给了他,以致他身边形成了一种君主般的权力,连元老院也能容忍他向其进言。况且他进言时,总是提出适合元老院体统的建议;例如关于前民事长官法比乌斯从伊比利亚运来的粮食,那项决议便极为温和得体:他劝说元老院将粮食售出,并把款项退还给当地各城市,进而谴责法比乌斯使罗马的统治对民众而言变得沉重而不可忍受。为此,他在各行省赢得了崇高的声望与好感。
ἔγραψε δὲ καὶ πόλεις ἀποικίδας ἐκπέμπεσθαι καὶ τὰς ὁδοὺς ποιεῖσθαι καὶ κατασκευάζεσθαι σιτοβόλια, τούτοις ἅπασι πραττομένοις αὑτὸν ἄρχοντα καὶ διοικητὴν ἐφιστάς, καὶ πρὸς οὐδὲν ἀποτρυόμενος τῶν τοσούτων καὶ τηλικούτων, ἀλλὰ καὶ θαυμαστῷ τινι τάχει καὶ πόνῳ τῶν γινομένων ὡς μόνον ἕκαστον ἐξεργαζόμενος,3 ὥστε καὶ τοὺς πάνυ μισοῦντας αὑτὸν καὶ δεδοικότας ἐκπλήττεσθαι τὸ διὰ πάντων ἀνύσιμον καὶ τελεσιουργόν.
他还提议派遣殖民城市、修建道路、兴建粮仓,在执行所有这些事务时,他任命自己为长官与主管;面对如此之多、规模如此宏大的事务,他丝毫未感疲倦,反倒以惊人的速度和辛劳来完成每一项工作,仿佛他手头只此一件差事一般;以至于连那些极其憎恨和惧怕他的人,也对他在所有事务中所展现出的实效与执行力惊叹不已。
οἱ δὲ πολλοὶ καὶ τὴν ὄψιν αὐτὴν ἐθαύμαζον, ἐξηρτημένον ὁρῶντες αὐτοῦ πλῆθος ἐργολάβων, τεχνιτῶν, πρεσβευτῶν, ἀρχόντων, στρατιωτῶν, φιλολόγων, οἷς πᾶσιν ἐντυγχάνων μετὰ εὐκολίας καὶ τὸ σεμνὸν ἐν τῷ φιλανθρώπῳ διαφυλάττων, καὶ νέμων αὐτοῦ τὸ ἁρμόττον οἰκείως ἑκάστῳ, χαλεποὺς ἀπεδείκνυε συκοφάντας τοὺς φοβερὸν αὑτὸν ἢ φορτικὸν ὅλως ἢ βίαιον ἀποκαλοῦντας. οὕτω δεινότερος ἦν ἐν ταῖς ὁμιλίαις καὶ ταῖς πράξεσιν ἢ τοῖς ἀπὸ τοῦ βήματος λόγοις δημαγωγός.
大众更对那副景象本身赞叹不已,他们看到一大群承包商、工匠、使节、官员、士兵、文人学者都依附追随着他。他平易近人地接见所有人,在仁和之中保持尊严,并得体地给予每个人应有的尊重与对待,从而证明那些称他令人畏惧、全属粗鄙或残暴之人,皆是恶毒的诽谤者。就这样,比起在讲坛上的演说,他在日常交往与实际行动中是一位更为卓越的民众领袖。
- Caius.6.1κἀκείνῳ τοὺς κρίνοντας ἐκ τῶν ἱππέων ἔδωκε καταλέξαι
不定式 καταλέξαι 紧接在表示给予的动词 ἔδωκε 之后,表示目的或结果(“授予他遴选……的权力”)。κἀκείνῳ 是 καὶ ἐκείνῳ 的合音,与格作间接宾语。
- Caius.6.2ὃν ἔπεμψε μὲν ἐξ Ἰβηρίας Φάβιος
尽管关系代词 ὃν 紧接在具有中性属性的 δόγμα 之后,但语境和句意上的先行词显然是介词短语中的阳性名词 σῖτος(粮食)。ὃν 采用阳性单数宾格,是因为它在关系从句中充当动词 ἔπεμψε 的直接宾语。
- Caius.6.3τῶν γινομένων ὡς μόνον ἕκαστον ἐξεργαζόμενος
τῶν γινομένων(“在所进行的事物中”)是部分属格,修饰 ἕκαστον。ὡς 与分词 ἐξεργαζόμενος 连用(搭配副词性限定的 μόνον ἕκαστον),表达情态或比况:“仿佛仅在完成其中的每一单项”。
