← 普鲁塔克

格拉古兄弟传

§Caius.3.1-Caius.3.4

当选护民官与谴责提贝里乌斯之死

盖约澄清了勾结同盟者叛乱的指控后竞选护民官,虽遭显贵阻挠仍获当选。就职后,他凭借无双的辩才与悼念兄长的悲愤主导政局,援引先祖尊崇护民官的先例,强烈谴责权贵惨杀提贝里乌斯及其同道的暴行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Caius.3.1

ἐκ τούτου πάλιν ἄλλας αἰτίας αὐτῷ καὶ δίκας ἐπῆγον ὡς τοὺς συμμάχους ἀφιστάντι καὶ κεκοινωνηκότι1 τῆς περὶ Φρέγελλαν ἐνδειχθείσης συνωμοσίας, ὁ δὲ πᾶσαν ὑποψίαν ἀπολυσάμενος καὶ φανεὶς καθαρὸς εὐθὺς ἐπὶ δημαρχίαν ὥρμησε, τῶν μὲν γνωρίμων ἀνδρῶν ὁμαλῶς ἁπάντων ἐναντιουμένων πρὸς αὐτόν, ὄχλου δὲ τοσούτου συρρέοντος εἰς τὴν πόλιν ἐκ τῆς Ἰταλίας καὶ συναρχαιρεσιάζοντος ὡς πολλοῖς μὲν οἰκήσεις ἐπιλιπεῖν, τοῦ δὲ πεδίου μὴ δεξαμένου τὸ πλῆθος ἀπὸ τῶν τεγῶν καὶ τῶν κεράμων τὰς φωνὰς συνηχεῖν.

此后,他们又对他提出其他指控并提起诉讼,理由是他唆使同盟者叛离,并参与了在弗雷格莱被揭发的阴谋。然而,盖约洗清了一切嫌疑并证实了自己的清白,随即投身于护民官的竞选。尽管显要人物全都一致反对他,但从意大利全境涌入城中并参与选举的群众如此之多,以至于许多人无处安居,而且因为平原无法容纳这浩大的人群,呐喊声从屋顶和瓦片间齐声回荡。

§Caius.3.2

τοσοῦτον δʼ οὖν ἐξεβιάσαντο τὸν δῆμον οἱ δυνατοὶ καὶ τῆς ἐλπίδος τοῦ Γαΐου καθεῖλον, ὅσον οὐχ, ὡς προσεδόκησε, πρῶτον, ἀλλά τέταρτον ἀναγορευθῆναι.2 παραλαβὼν δὲ τὴν ἀρχὴν εὐθὺς ἦν ἁπάντων πρῶτος, ἰσχύων τε τῷ λέγειν, ὡς ἄλλος οὐδείς, καὶ τοῦ πάθους αὐτῷ παρρησίαν πολλὴν διδόντος ἀνακλαιομένῳ τὸν ἀδελφόν.

然而,权贵们终究极力威逼民众,削减了盖约的期望,以致他未如所料以首名当选,而是被宣告为第四名。然而一旦就任,他立刻成为众人之首,其雄辩之力无人能比,而他在哀悼兄长时表现出的悲愤更赋予了他极大的直言之胆量。

§Caius.3.3

ἐνταῦθα γὰρ ἐξ ἁπάσης προφάσεως περιῆγε τὸν δῆμον,3 ἀναμιμνῄσκων τῶν γεγονότων καὶ παρατιθεὶς τὰ τῶν προγόνων, ὡς ἐκεῖνοι μὲν καὶ Φαλίσκοις ἐπολέμησαν ὑπὲρ Γενυκίου τινὸς δημάρχου λοιδορηθέντος, καὶ Γαΐου Βετουρίου θάνατον κατέγνωσαν, ὅτι δημάρχῳ πορευομένῳ διʼ ἀγορᾶς οὐχ ὑπεξέστη μόνος· ὑμῶν δὲ ὁρώντων, ἔφη, Τιβέριον ξύλοις συνέκοπτον οὗτοι, καὶ διὰ μέσης τῆς πόλεως ἐσύρετο νεκρὸς ἐκ Καπετωλίου ῥιφησόμενος εἰς τὸν ποταμόν· οἱ δὲ ἁλισκόμενοι τῶν φίλων ἀπέθνῃσκον ἄκριτοι, καίτοι πάτριόν ἐστιν ἡμῖν, εἴ τις ἔχων δίκην θανατικὴν μὴ ὑπακούει, τούτου πρὸς τὰς θύρας ἕωθεν ἐλθόντα σαλπιγκτὴν ἀνακαλεῖσθαι τῇ σάλπιγγι,4 καὶ μὴ πρότερον ἐπιφέρειν ψῆφον αὐτῷ τοὺς δικαστάς. οὕτως εὐλαβεῖς καὶ πεφυλαγμένοι περὶ τὰς κρίσεις ἦσαν.

因为他抓住一切借口将民众引向这一话题,提醒他们过去的事件,并列举先祖的事迹:先祖们曾为了一个受辱的护民官热努基乌斯而向法利斯克人开战,并且判处盖约·维图里乌斯死刑,仅仅因为他在护民官穿过广场时是唯一未让路的人;“然而在你们眼睁睁注视之下,”他说, “这些人用木棒将提贝里乌斯乱棍打死,他的尸体被人从卡皮托尔山拖过城市中央,丢入河中; 而被捕的朋友们未受审判即遭处死。然而按照我们祖传的规矩,若有人面临死罪控告而不出庭,司号员须在拂晓时前往其门前用军号呼召,审判官在此之前不得对他投票定罪。他们在司法审判上竟是如此谨慎而戒备。”

语法注4 条
  1. Caius.3.1ὡς τοὺς συμμάχους ἀφιστάντι καὶ κεκοινωνηκότι

    连词 ὡς 与与格分词 ἀφιστάντι 以及 κεκοινωνηκότι 连用,与代词 αὐτῷ 一致,附属于动词短语 ἐπῆγον αἰτίας,表示指控者主观声称的理由或罪名(“以其唆使……并参与……为由”)。

  2. Caius.3.2τοσοῦτον δʼ οὖν ἐξεβιάσαντο τὸν δῆμον οἱ δυνατοὶ καὶ τῆς ἐλπίδος τοῦ Γαΐου καθεῖλον, ὅσον οὐχ, ὡς προσεδόκησε, πρῶτον, ἀλλά τέταρτον ἀναγορευθῆναι.

    相关句式 τοσοῦτον... ὅσον 后接不定式 ἀναγορευθῆναι,表示主句动词 ἐξεβιάσαντο 与 καθεῖλον 所导致的结果程度(“迫害民众并挫败盖约期望之甚,以致于使其被宣告……”)。否定词 οὐχ 直接修饰 πρῶτον(“不是第一位,而是第四位”)。

  3. Caius.3.3ἐνταῦθα γὰρ ἐξ ἁπάσης προφάσεως περιῆγε τὸν δῆμον

    副词 ἐνταῦθα 此处非指实际空间位置,而是转指上文兄长之死及其冤屈这一话题(“引向这一方面/引向此话题”)。未完成过去时 περιῆγε 表示习惯性或反复性的动作,指盖约每次都借故将民众的注意力引导至此。

  4. Caius.3.4τούτου πρὸς τὰς θύρας ἕωθεν ἐλθόντα σαλπιγκτὴν ἀνακαλεῖσθαι τῇ σάλπιγγι

    由非人称句式 πάτριόν ἐστιν ἡμῖν(“按照我们的祖制……”)统领的“对格+不定式”结构。对格短语 σαλπιγκτὴν ἐλθόντα 作不定式 ἀνακαλεῖσθαι 的逻辑主语,而指示代词属格 τούτου 则受 πρὸς τὰς θύρας 管辖(“到该人的门前”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Caius.3.1-Caius.3.4