← 普鲁塔克

格拉古兄弟传

§Caius.4.1-Caius.4.4

惩治迫害兄长者的法案与顺从母愿撤回提案

盖约提出两项针对其兄迫害者的法案,迫使波皮利乌斯流亡,但应母亲科尔内利亚之请撤回了针对奥克塔维乌斯的法案,赢得民众赞赏,并辛辣地痛斥了政敌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Caius.4.1

τοιούτοις λόγοις προανασείσας τὸν δῆμον ἦν δὲ καὶ μεγαλοφωνότατος, καὶ ῥωμαλεώτατος ἐν τῷ λέγειν, δύο νόμους εἰσέφερε, τὸν μέν, εἴ τινος ἄρχοντος ἀφῃρῇτο τὴν ἀρχὴν ὁ δῆμος, οὐκ ἐῶντα τούτῳ δευτέρας ἀρχῆς μετουσίαν εἶναι· τὸν δʼ, εἴ τις ἄρχων ἄκριτον ἐκκεκηρύχοι πολίτην, κατʼ αὐτοῦ διδόντα1 κρίσιν τῷ δήμῳ.

他用这番言论预先煽动起民众——他不仅嗓音极洪亮,而且在演说中极为雄浑有力——便提出了两项法律:其一,若民众剥夺了某位长官的职位,便不准此人再享任公职之权;其二,若某位长官未经审判便放逐公民,则赋予民众对该长官行使审判之权。

§Caius.4.2

τούτων τῶν νόμων ἄντικρυς ὁ μὲν Μᾶρκον Ὀκτάβιον ἠτίμου τὸν ὑπὸ Τιβερίου τῆς δημαρχίας ἐκπεσόντα, τῷ δʼ ἐνείχετο Ποπίλλιος· οὗτος γὰρ στρατηγῶν τοὺς τοῦ Τιβερίου φίλους ἐξεκήρυξε. καὶ Ποπίλλιος μὲν οὐχ ὑποστὰς τὴν κρίσιν ἔφυγεν ἐξ Ἰταλίας· τὸν δὲ ἕτερον νόμον Γάιος αὐτὸς ἐπανείλετο, φήσας τῇ μητρὶ Κορνηλίᾳ δεηθείσῃ χαρίζεσθαι τὸν Ὀκτάβιον.2

在这些法律中,前者公然褫夺了被提贝里乌斯罢免护民官职的马尔库斯·奥克塔维乌斯的权利,而后者则直接针对波皮利乌斯;因为波皮利乌斯在任裁判官期间曾放逐了提贝里乌斯的朋友们。于是波皮利乌斯不敢面对审判,逃离了意大利;但另一项法律却由盖约亲自撤回,声称这是看在母亲科尔内利亚求情的份上,把〔宽免〕奥克塔维乌斯当作恩惠赠予她。

§Caius.4.3

καὶ ὁ δῆμος ἠγάσθη καὶ συνεχώρησε, τιμῶν τὴν Κορνηλίαν οὐδὲν ἧττον ἀπὸ τῶν παίδων ἢ τοῦ πατρός, ἧς γε καὶ χαλκῆν εἰκόνα στήσας ὕστερον ἐπέγραψε Κορνηλίαν μητέρα Γράγχων. ἀπομνημονεύεται δὲ καὶ τοῦ Γαΐου πολλὰ ῥητορικῶς καὶ ἀγοραίως ὑπὲρ αὐτῆς εἰρημένα πρός τινα τῶν ἐχθρῶν σύ γάρ ἔφη, Κορνηλίαν λοιδορεῖς τὴν Τιβέριον τεκοῦσαν;

民众为之惊佩并欣然应允,他们因科尔内利亚的儿子们而尊敬她,丝毫不逊于因其父亲而给予的敬意;民众后来甚至为她树立了一座青铜雕像,题词道:“格拉古兄弟之母科尔内利亚”。盖约针对某个政敌为她辩护时所说的许多带有修辞色彩和市井风格的言论,也被人们铭记: “难道你,”他说,“竟敢侮辱生下提贝里乌斯的科尔内利亚?”

§Caius.4.4

ἐπεὶ δὲ διαβεβλημένος ἦν εἰς μαλακίαν ὁ λοιδορηθείς· τίνα δέ, εἶπεν, ἔχων παρρησίαν συγκρίνεις Κορνηλίᾳ σεαυτόν; ἔτεκες γὰρ ὡς ἐκείνη; καὶ μὴν πάντες ἴσασι Ῥωμαῖοι πλείω χρόνον ἐκείνην ἀπʼ ἀνδρὸς οὖσαν ἢ σὲ τὸν ἄνδρα3 τοιαύτη μὲν ἡ πικρία τῶν λόγων ἦν αὐτοῦ, καὶ πολλὰ λαβεῖν ἐκ τῶν γεγραμμένων ἔστιν ὅμοια.

由于那个遭到责斥的人因柔弱而声名狼藉,“凭着什么,”他说,“脸面,你竟敢将自己与科尔内利亚相比?难道你像她一样生育过孩子?而且罗马人全都知道,她离开男人独处的时间,比你这个‘男人’还要长久!” 他的言辞便是这般辛辣,从他遗留的文集里还能找到许多类似的例子。

语法注3 条
  1. Caius.4.1τὸν μέν... οὐκ ἐῶντα... τὸν δʼ... διδόντα

    两个分词(ἐῶντα 与 διδόντα)为阳性单数宾格,分别与 τὸν μέν 和 τὸν δέ 一致,用以限定前文 δύο νόμους 的具体法案内容。两个分词结构所包含的条件从句动词(ἀφῃρῇτο 与 ἐκκεκηρύχοι)均为完成希求语气,属于在间接引语中转述法案条款时的斜格希求法(oblique optative)。

  2. Caius.4.2χαρίζεσθαι τὸν Ὀκτάβιον

    动词 χαρίζομαι 通常带与格表示“对某人施恩”,此处搭配了人物宾格 τὸν Ὀκτάβιον,构成“因某人之请而宽恕某人作为人情恩惠”的习惯表达,即看在母亲的面上免除对奥克塔维乌斯的追责。

  3. Caius.4.4πλείω χρόνον ἐκείνην ἀπʼ ἀνδρὸς οὖσαν ἢ σὲ τὸν ἄνδρα

    此句为依附于 ἴσασι 的宾格分词结构,包含极具讽刺意味的双关。ἐκείνην 与 σὲ τὸν ἄνδρα 并列作为分词 οὖσαν(后半句承前省略)的宾格主语。就科尔内利亚而言,ἀπʼ ἀνδρὸς οὖσαν 指她“远离丈夫守寡(洁身自好)”;而针对被指控有被动同性性行为恶名的政敌,则讥讽其“远离男人”,同时在“丈夫(ἀνήρ)”与“大丈夫/纯爷们(τὸν ἄνδρα)”的字面上构成了辛辣的反讽。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Caius.4.1-Caius.4.4