← 普鲁塔克

格拉古兄弟传

§Caius.2.1-Caius.2.5

撒丁岛建功与盖约擅自回京辩白

盖约在撒丁岛建立卓越功绩,并为军队筹措到衣物与外藩粮食,但元老院忌惮其声望,企图令其滞留海外。盖约怒而擅自返回罗马,虽因擅离职守遭控告,但他凭借阐述自己长年服役与廉洁无私的自辩赢得了听众的支持。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Caius.2.1

γενόμενος οὖν ὁ Γάιος ἐν Σαρδόνι πᾶσαν ἀρετῆς ἀπόδειξιν ἐδίδου, καὶ πολὺ πάντων διέφερε τῶν νέων ἐν τοῖς πρὸς τοὺς πολεμίους ἀγῶσι καὶ ἐν τοῖς πρὸς τοὺς ὑπηκόους δικαίοις καὶ ἐν τῇ πρὸς τὸν στρατηγὸν εὐνοίᾳ καὶ τιμῇ, σωφροσύνῃ δὲ καὶ λιτότητι καὶ φιλοπονίᾳ παρήλλαττε καὶ τοὺς πρεσβυτέρους.

盖约到达撒丁岛后,展现出了一切卓越的德行;在与敌人的战斗中、在对待属民的公正上、以及在对主帅的善意和尊敬上,他都远远超出所有青年;而在克制、简朴和勤勉方面,他甚至超过了年长者。

§Caius.2.2

ἰσχυροῦ δὲ καὶ νοσώδους ἅμα χειμῶνος ἐν Σαρδόνι γενομένου καὶ τοῦ στρατηγοῦ τὰς πόλεις ἐσθῆτα τοῖς στρατιώταις αἰτοῦντος, ἔπεμψαν εἰς Ῥώμην παραιτούμενοι. δεξαμένης δὲ τῆς βουλῆς τὴν παραίτησιν αὐτῶν καὶ τὸν στρατηγὸν ἄλλοθεν ἀμφιέζειν τοὺς στρατιώτας κελευούσης, ἀποροῦντος δὲ ἐκείνου καὶ τῶν στρατιωτῶν κακοπαθούντων, ἐπελθὼν τὰς πόλεις ὁ Γάιος αὐτοὺς ἀφʼ ἑαυτῶν ἐποίησεν ἐσθῆτα πέμψαι καὶ βοηθῆσαι τοῖς Ῥωμαίοις.

当时撒丁岛遭遇了酷寒且疫病流行的冬季,主帅向各城邑索取兵士的冬衣,各城邑遂遣使前往罗马恳请免除。元老院接受了他们的请求,命令主帅从别处为兵士筹办冬衣;在主帅束手无策、兵士备受苦楚之际,盖约巡访各城邑,使他们自愿送来衣物并援助罗马人。

§Caius.2.3

ταῦτα πάλιν εἰς Ῥώμην ἀπαγγελλόμενα καὶ δοκοῦντα δημαγωγίας προάγωνες εἶναι διετάραττε τὴν βουλήν. καὶ πρῶτον μὲν ἐκ Λιβύης παρὰ Μικίψα τοῦ βασιλέως πρέσβεις παραγενομένους, καὶ λέγοντας ὡς ὁ βασιλεὺς χάριτι Γαΐου Γράγχου πέμψειεν εἰς Σαρδόνα σῖτον τῷ στρατηγῷ, δυσχεραίνοντες ἐξέβαλον· ἔπειτα δόγμα ποιοῦνται τοῖς μὲν στρατιώταις διαδοχὴν ἀποσταλῆναι, τὸν δὲ Ὀρέστην ἐπιμένειν, ὡς δὴ καὶ τοῦ Γαΐου διὰ τὴν ἀρχὴν παραμενοῦντος.1

这些事传回罗马,被视为煽动民众的序曲,使元老院大感不安。首先,当利比亚的米基普萨国王派使者前来,声称国王是由于对盖约·格拉古的交谊才向主帅送粮至撒丁岛时,元老院愤然将他们逐出;随后,元老院通过决议,向士兵派遣接替部队,却令奥雷斯提斯留任,料想盖约也会因职务而一同留下。

§Caius.2.4

ὁ δὲ τούτων αὐτῷ προσπεσόντων εὐθὺς ἐξέπλευσε πρὸς ὀργήν, καὶ φανεὶς ἐν Ῥώμῃ παρʼ ἐλπίδας οὐ μόνον ὑπὸ τῶν ἐχθρῶν αἰτίαν εἶχεν, ἀλλὰ καὶ τοῖς πολλοῖς ἀλλόκοτον ἐδόκει τὸ ταμίαν ὄντα προαποστῆναι τοῦ ἄρχοντος, οὐ μὴν ἀλλὰ κατηγορίας αὐτῷ γενομένης ἐπὶ τῶν τιμητῶν, αἰτησάμενος λόγον οὕτω μετέστησε τὰς γνώμας τῶν ἀκουσάντων ὡς ἀπελθεῖν ἠδικῆσθαι τὰ μέγιστα δόξας.2

盖约得知此事后,勃然大怒,随即扬帆起航;由于他出人意料地在罗马现身,不仅遭到政敌的谴责,在平民看来,身为财务官却先于长官擅离职守也是极不合常理的。然而,在监察官面前受到控告时,他请求发言,彻底扭转了听众的心意,以至于离去时被公认为蒙受了极大的不公。

§Caius.2.5

ἐστρατεῦσθαι μὲν γὰρ ἔφη δώδεκα ἔτη, τῶν ἄλλων δέκα στρατευομένων ἐν ἀνάγκαις, ταμιεύων δὲ τῷ στρατηγῷ παραμεμενηκέναι τριετίαν, τοῦ νόμου μετʼ ἐνιαυτὸν ἐπανελθεῖν διδόντος· μόνος δὲ τῶν στρατευσαμένων πλῆρες τὸ βαλάντιον εἰσενηνοχὼς κενὸν ἐξενηνοχέναι,3 τοὺς δὲ ἄλλους ἐκπιόντας ὃν εἰσήνεγκαν οἶνον, ἀργυρίου καὶ χρυσίου μεστοὺς δεῦρο τοὺς ἀμφορεῖς ἥκειν κομίζοντας.

因为他说,别人在被迫之下服役十年,而他服役了十二年;法律允许一年后返回,而他作为财务官辅佐主帅长达三年;在出征的人当中,唯有他一人带去满囊钱财而空囊带回,其他人却在喝光了带去的酒之后,携着装满金银的双耳陶罐返回此处。

语法注3 条
  1. Caius.2.3ὡς δὴ καὶ τοῦ Γαΐου διὰ τὴν ἀρχὴν παραμενοῦντος

    由 ὡς 与语气词 δή 引导的属格独立结构,表示主句主语(元老院)的主观看法、企图或借口(“料想盖约也会因职务而一同留下”)。

  2. Caius.2.4οὕτω μετέστησε τὰς γνώμας τῶν ἀκουσάντων ὡς ἀπελθεῖν ἠδικῆσθαι τὰ μέγιστα δόξας

    由 οὕτω ... ὡς 与不定式(ἀπελθεῖν)构成的结果状语结构。主格分词 δόξας 与主句主语(盖约)一致,意为“被认为……而离去”;其所支配的被动完成时不定式 ἠδικῆσθαι 带有名词短语 τὰ μέγιστα 作为状语性(或内动性)宾格,意为“蒙受了极大的不公”。

  3. Caius.2.5μόνος δὲ τῶν στρατευσαμένων πλῆρες τὸ βαλάντιον εἰσενηνοχὼς κενὸν ἐξενηνοχέναι

    由动词 ἔφη 引导的间接引语。由于不定式 ἐξενηνοχέναι 的逻辑主语与转述动词的主语(盖约)同一,因此分词 εἰσενηνοχὼς 与形容词 μόνος 采用主格而非宾格(与不定式同格呼应)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Caius.2.1-Caius.2.5