- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Caius.16.1-Caius.16.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
富尔维乌斯幼子奉命前去请和,但执政官奥皮米乌斯断然拒绝并将其囚禁,随即发起武装攻击。富尔维乌斯及其长子被杀,盖乌斯退至阿耳忒弥斯神庙,痛斥民众的背叛并在挚友阻拦下放弃自尽。
ὁ δὲ Φούλβιος, ὡς ἐγένοντο πάντες ἀθρόοι, πεισθεὶς ὑπὸ τοῦ Γαΐου πέμπει τῶν υἱῶν τὸν νεώτερον ἔχοντα κηρύκειον εἴς ἀγοράν. ἦν δὲ κάλλιστος ὁ νεανίσκος ὀφθῆναι· καὶ τότε καταστὰς κοσμίως καὶ μετʼ αἰδοῦς δεδακρυμένος ἐποιήσατο συμβατικοὺς λόγους πρὸς τὸν ὕπατον καὶ τὴν σύγκλητον.
当众人聚齐时,富尔维乌斯经盖乌斯劝说,派遣他的幼子手持传令杖前往广场。这个少年容貌极美;他端正而谦逊地站在那里,眼中含着泪水,向执政官和元老院提出了调解的言辞。
οἱ μὲν οὖν πολλοὶ τῶν παρόντων οὐκ ἀηδῶς πρὸς τὰς διαλύσεις εἶχον· ὁ δὲ Ὀπίμιος οὐ διʼ ἀγγέλων ἔφη χρῆναι πείθειν τὴν σύγκλητον, ἀλλὰ καταβάντας ὡς ὑπευθύνους πολίτας ἐπὶ κρίσιν καὶ παραδόντας αὑτούς οὕτως παραιτεῖσθαι τὴν ὀργήν1 τῷ δὲ μειρακίῳ καὶ διηγόρευσεν ἐπὶ τούτοις κατιέναι πάλιν ἢ μὴ κατιέναι.2
在场的大多数人并不反对和解;但奥皮米乌斯宣称,不应当通过使者来说服元老院,而应当作为须承担责任的公民走下来接受审判并交出自己,以此来平息元老院的怒气;他还对那少年严令,只在接受这些条件的前提下方可返回,否则不得再来。
Γάιος μὲν οὖν, ὥς φασιν, ἐβούλετο βαδίζειν καὶ πείθειν τὴν σύγκλητον οὐδενὸς δὲ τῶν ἄλλων συγχωροῦντος, αὖθις ἔπεμψεν ὁ Φούλβιος τὸν παῖδα διαλεξόμενον ὑπὲρ αὐτῶν ὅμοια τοῖς προτέροις. ὁ δὲ Ὀπίμιος σπεύδων μάχην συνάψαι τὸ μὲν μειράκιον εὐθὺς συνέλαβε καὶ παρέδωκεν εἴς φυλακήν, τοῖς δὲ περὶ τὸν Φούλβιον ἐπῄει μετὰ πολλῶν ὁπλιτῶν καὶ τοξοτῶν Κρητῶν, οἳ μάλιστα βάλλοντες αὑτούς καὶ κατατραυματίζοντες συνετάραξαν. γενομένης δὲ τῆς τροπῆς ὁ μὲν Φούλβιος εἴς τι βαλανεῖον ἠμελημένον καταφυγὼν καὶ μετὰ μικρὸν ἀνευρεθεὶς κατεσφάγη μετὰ τοῦ πρεσβυτέρου παιδός, ὁ δὲ Γάιος ὤφθη μὲν ὑπʼ οὐδενὸς μαχόμενος, ἀλλὰ δυσανασχετῶν τοῖς γινομένοις ἀνεχώρησεν εἴς τὸ τῆς Ἀρτέμιδος ἱερόν ἐκεῖ δὲ βουλόμενος ἑαυτὸν ἀνελεῖν ὑπὸ τῶν πιστοτάτων ἑταίρων ἐκωλύθη, Πομπωνίου καὶ Λικιννίου· παρόντες γὰρ οὗτοι τό τε ξίφος ἀφείλοντο καὶ πάλιν φεύγειν ἐπῆραν αὐτόν.
盖乌斯本人据说是希望前往说服元老院的;但由于其余无人赞同,富尔维乌斯再次派遣那少年代表他们商谈与先前类似的内容。然而渴望交战的奥皮米乌斯立即拘捕了少年并投入监牢,率领许多重装兵与克里特弓箭手向富尔维乌斯一派进发,尤其是弓箭手们射箭并击伤他们,使他们溃乱。在败退发生时,富尔维乌斯逃入一座被废弃的浴室,不久被搜出,与长子一同被屠杀;而盖乌斯未被任何人看见参战,他因所发生的事痛苦万分,退入了阿耳忒弥斯的神庙。他在那里企图自尽,却被最忠实的朋友庞波尼乌斯和利基尼乌斯所阻拦;因为这二人当时在场,夺下了他的剑,并劝他再次逃离。
ἔνθα δὴ λέγεται καθεσθεὶς εἴς γόνυ καὶ τὰς χεῖρας ἀνατείνας πρὸς τὴν θεὸν ἐπεύξασθαι τὸν Ῥωμαίων δῆμον ἀντὶ τῆς ἀχαριστίας ἐκείνης καὶ προδοσίας μηδέποτε παύσασθαι δουλεύοντα·3 φανερῶς γὰρ οἱ πλεῖστοι μετεβάλλοντο κηρύγματι δοθείσης ἀδείας.
据说正是在那里,他双膝跪地,向女神举起双手祈愿:愿罗马人民因其忘恩负义与背叛,永不得脱离受奴役的状态;因为一旦宣告给予赦免,大多数人就公开倒戈了。
- Caius.16.2ἀλλὰ καταβάντας ὡς ὑπευθύνους πολίτας ἐπὶ κρίσιν καὶ παραδόντας αὑτούς οὕτως παραιτεῖσθαι τὴν ὀργήν
宾格分词 καταβάντας 与 παραδόντας 与受 χρῆναι 支配的不定式 παραιτεῖσθαι 所省略的宾格逻辑主语一致,作状语分词。其指涉对象并非说话者奥皮米乌斯,而是对方阵营(富尔维乌斯和盖乌斯等人),要求他们以负有责任的公民身份亲自前来投案。
- Caius.16.2ἐπὶ τούτοις κατιέναι πάλιν ἢ μὴ κατιέναι
由 διηγόρευσεν(命令、严告)所支配的不定式结构。析取表述 ἐπὶ τούτοις κατιέναι πάλιν ἢ μὴ κατιέναι(“依此条件返回,否则不得返回”)构成一种附带条件的禁令,意即若非接受这些条件,便绝不可再次前来。
- Caius.16.5ἐπεύξασθαι τὸν Ῥωμαίων δῆμον ἀντὶ τῆς ἀχαριστίας ἐκείνης καὶ προδοσίας μηδέποτε παύσασθαι δουλεύοντα
由祈愿/诅咒动词 ἐπεύξασθαι 引导的“宾格加不定式”结构。τὸν Ῥωμαίων δῆμον 为宾格主语,παύσασθαι 为谓语不定式。动词 παύομαι 支配补充实义分词 δουλεύοντα(停止为奴),与否定副词 μηδέποτε 连用,构成“永远不得停止受奴役”的诅咒意。
