← 普鲁塔克

格拉古兄弟传

§Caius.15.1-Caius.15.4

利基尼娅的哀求与盖乌斯出奔阿文提诺山

天亮后富尔维乌斯一党拿起武器前往阿文提诺山,而盖乌斯仅着托加佩短剑出行。妻子利基尼娅痛哭哀求他勿去白白送死,盖乌斯默然离去,利基尼娅悲伤昏厥被送至其兄处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Caius.15.1

ἅμα δὲ ἡμέρᾳ τὸν μὲν Φούλβιον ἐκ τοῦ πότου καθεύδοντα μόλις ἐπεγείραντες ὡπλίζοντο τοῖς περὶ τὴν οἰκίαν αὐτοῦ λαφύροις, ἃ Γαλάτας νενικηκὼς ὅτε ὑπάτευεν εἰλήφει, καὶ μετὰ πολλῆς ἀπειλῆς καὶ κραυγῆς ἐχώρουν καταληψόμενοι τὸν Ἀβεντῖνον λόφον. ὁ δὲ Γάιος ὁπλίσασθαι μὲν οὐκ ἠθέλησεν, ἀλλʼ ὥσπερ εἰς ἀγορὰν ἐν τηβέννῳ προῄει, μικρὸν ὑπεζωσμένος ἐγχειρίδιον, ἐξιόντι δὲ αὐτῷ περὶ τὰς θύρας ἡ γυνὴ προσπεσοῦσα καὶ περιπτύξασα τῶν χειρῶν τῇ μὲν αὐτὸν ἐκεῖνον, τῇ δὲ τὸ παιδίον, οὐκ ἐπὶ τὸ βῆμά σε, εἶπεν, ὦ Γάιε, προπέμπω δήμαρχον, ὡς πρότερον, καὶ νομοθέτην, οὐδʼ ἐπὶ πόλεμον ἔνδοξον, ἵνα μοι καὶ παθών τι τῶν κοινῶν1 ἀπολίπῃς τιμώμενον γοῦν πένθος, ἀλλὰ τοῖς Τιβερίου φονεῦσιν ὑποβάλλεις ἑαυτόν, ἄνοπλον μὲν καλῶς, ἵνα πάθῃς τι μᾶλλον ἢ δράσῃς, πρὸς οὐδὲν δὲ τοῖς κοινοῖς ὄφελος ἀπολεῖ.2

天一亮,众人勉强叫醒了因饮酒而沉睡的富尔维乌斯,拿起他宅邸周围陈列的战利品——那是他在担任执政官征服高卢人时缴获的——进行武装,在大声的威胁与呼喊中出发去占领阿文提诺山。然而盖乌斯不愿武装自己,只是身着托加长袍走出,仿佛去广场一般,腰间仅佩着一柄小短剑。正当他要出门而在门边时,他的妻子扑倒在他面前,一手搂抱着他本人,另一手搂抱着幼子,说道: “盖乌斯, 我并非像从前那样,送你作为护民官与立法者前往讲坛,也不是送你奔赴一场光荣的战争——在那里,即便你遭受众人的共同宿命,至少也能给我留下受人尊崇的哀思;你乃是将自己送入杀害提贝里乌斯的凶手之手。为了承受侵害而非施加侵害而不带武器固然高尚,但你的毁灭对国家公事将毫无裨益。

§Caius.15.3

κεκράτηκεν ἤδη τὰ χείρω· βίᾳ καὶ σιδήρῳ τὰς δίκας πράττουσιν. εἰ περὶ Νομαντίαν ὁ σὸς ἀδελφὸς ἔπεσεν, ὑπόσπονδος ἂν ἡμῖν ἀπεδόθη νεκρός· νῦν δὲ ἴσως κἀγὼ ποταμοῦ τινος ἢ θαλάττης ἱκέτις ἔσομαι φῆναί ποτε τὸ σὸν σῶμα φρουρούμενον.3 τί γὰρ ἢ νόμοις ἔτι πιστὸν ἢ θεοῖς μετὰ τὸν Τιβερίου φόνον;

如今恶人已然得势,正用暴力与钢铁来施行判决。如果你的兄长战死在努曼提亚,其尸体尚可在停战协定下归还我们;然而如今,我或许也得向某条河流或大海哀求,祈求它们有朝一日能显露你被藏匿的遗体。在提贝里乌斯被杀之后,对法律或神明还能有什么信任呢?”

§Caius.15.4

τοιαῦτα τῆς Λικιννίας ὀδυρομένης, ἀτρέμα τὰς περιβολὰς ἀπολυσάμενος αὐτῆς ὁ Γάϊος ἐχώρει σιωπῇ μετὰ τῶν φίλων, ἡ δὲ τοῦ ἱματίου λαβέσθαι γλιχομένη καταρρυεῖσα πρὸς τοὔδαφος ἔκειτο πολὺν χρόνον ἄναυδος, μέχρι οὗ λιποθυμήσασαν αὐτὴν οἱ θεράποντες ἀράμενοι πρὸς Κράσσον ᾤχοντο τὸν ἀδελφὸν κομίζοντες.

在利基尼娅这般哀泣时,盖乌斯平静地解开她的拥抱,与朋友们默然前行。她渴望抓住他的外袍,却瘫倒在地上,久久不能言语,直到仆人们将昏厥过去的她抬起,送往其兄长克拉苏处。

语法注3 条
  1. Caius.15.2παθών τι τῶν κοινῶν

    τῶν κοινῶν 在此为部分格,作习惯用法指“人类共同的宿命(死亡)”(相当于 τὸ κοινὸν πάθος)。虽然在句法上亦可理解为国家公事,但根据与前文“光荣的战争(πόλεμον ἔνδοξον)”的对比,理解为在战场上遭遇人人难免的死亡之宿命更为贴切。

  2. Caius.15.2ἀπολεῖ

    动词 ἀπόλλυμι 的未来中间态第二人称单数(缩约形:*ἀπολέ-σ-ε-σαι > ἀπολεῖ / ἀπολῇ)。它并非现在时,而是承接目的从句(ἵνα πάθῃς)的主句谓语动词,表示必然的未来结果:“你将灭亡/丧命”。

  3. Caius.15.3ἱκέτις ἔσομαι ... φῆναί ποτε τὸ σὸν σῶμα φρουρούμενον

    名词 ἱκέτις(女乞求者)与连系动词 ἔσομαι 连用,后接表目的或结果的不定式 φῆναι,意为“我将成为祈求……显露的乞求者”。分词 φρουρούμενον 修饰 σῶμα,表示尸体“被监视/被藏匿”的状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Caius.15.1-Caius.15.4