← 普鲁塔克

格拉古兄弟传

§Caius.17.1-Caius.17.6

盖乌斯之死与奥皮米乌斯的血腥清洗

盖乌斯在逃亡中与仆人一同毙命,其首级被塞普图穆利乌斯灌铅以冒领重金。在三千人被杀并遭受严酷清算后,奥皮米乌斯建立了协和神庙,激起了民众的极大愤慨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Caius.17.1

φεύγοντι δʼ οὖν τῷ Γαΐῳ τῶν ἐχθρῶν ἐπιφερομένων καὶ καταλαμβανόντων περὶ τὴν ξυλίνην γέφυραν, οἱ μὲν δύο φίλοι προχωρεῖν ἐκεῖνον κελεύσαντες αὐτοὶ τοὺς διώκοντας ὑπέστησαν καὶ μαχόμενοι πρὸ τῆς γεφύρας οὐδένα παρῆκαν ἕως ἀπέθανον.

无论如何,当盖乌斯逃跑时,仇敌向他逼近,并在木桥附近即将追上他;然而他的两位朋友催促他前行,自己则挺身阻挡追兵,在桥前奋战,直到战死也没有放过一人过去。

§Caius.17.2

τῷ δὲ Γαΐῳ συνέφευγεν εἷς οἰκέτης ὄνομα Φιλοκράτης, πάντων μὲν, ὥσπερ ἐν ἁμίλλῃ, παρακελευομένων, οὐδενὸς δὲ βοηθοῦντος, οὐδὲ ἵππον αἰτουμένῳ παρασχεῖν ἐθελήσαντος ἐπέκειντο γὰρ ἐγγὺς οἱ διώκοντες. ὁ δὲ φθάνει μικρὸν εἰς ἱερὸν ἄλσος Ἐριννύων καταφυγών,1 κἀκεῖ διαφθείρεται, τοῦ Φιλοκράτους ἀνελόντος ἐκεῖνον, εἶτα ἑαυτὸν ἐπισφάξαντος.

盖乌斯身边只有一名叫作菲洛克拉泰斯的奴仆随同逃亡;虽然所有人都像在看竞赛一样为他呐喊加油,却无一人施予援手,即便他乞求一匹马,也无人愿意提供,因为追兵紧逼在后。盖乌斯仅以微小的差距先行逃入厄里倪厄斯的圣林,并在那里丧命;菲洛克拉泰斯先是将他杀死,随后又在主人身上自刎。

§Caius.17.3

ὡς δὲ ἔνιοί φασιν, ἀμφότεροι μὲν ὑπὸ τῶν πολεμίων κατελήφθησαν ζῶντες, τοῦ δὲ θεράποντος τὸν δεσπότην περιβαλόντος οὐδεὶς ἐκεῖνον ἠδυνήθη πατάξαι πρότερον ἢ τοῦτον ὑπὸ πολλῶν παιόμενον ἀναιρεθῆναι. τὴν δὲ κεφαλὴν τοῦ Γαΐου λέγουσιν ἄλλον μὲν ἀποκόψαι καὶ κομίζειν, ἀφελέσθαι δὲ τούτου φίλον Ὀπιμίου τινὰ, Σεπτουμουλήιον ἦν γὰρ προκεκηρυγμένον ἐν ἀρχῇ τῆς μάχης ἰσοστάσιον χρυσίον τοῖς ἀνενεγκοῦσι τὴν Γαΐου καὶ Φουλβίου κεφαλήν.

但据某些人所说,两人都被敌人活捉,而仆人环抱护住主人,以致在仆人被众人殴打致死之前,谁也无法击中盖乌斯。至于盖乌斯的头颅,据说原本是另一人砍下并携带前行,但奥皮米乌斯的一个名叫塞普图穆利乌斯的朋友从这人手中抢夺了过去;因为战斗开始时曾有通告宣告,凡献上盖乌斯和富尔维乌斯头颅的人,均可获得等重的黄金。

§Caius.17.4

ἀνηνέχθη δὲ ὑπὸ τοῦ Σεπτουμουληΐου περιπεπαρμένη δόρατι πρὸς τὸν Ὀπίμιον, καὶ ζυγοῦ κομισθέντος ἐντεθεῖσα λίτρας ἑπτακαίδεκα καὶ δίμοιρον εἵλκυσε, τοῦ Σεπτουμουληίου καὶ περὶ τοῦτο μιαροῦ γενομένου καὶ κακουργήσαντος ἐξελὼν γὰρ τὸν ἐγκέφαλον ἐνέτηξε μόλυβδον. οἱ δὲ τοῦ Φουλβίου τὴν κεφαλὴν κομίσαντες ἦσαν γὰρ τῶν ἀσημοτέρων οὐδὲν ἔλαβον.

头颅被塞普图穆利乌斯用矛挑着呈送给奥皮米乌斯,拿来秤放上去一称,重达十七磅又三分之二,塞普图穆利乌斯在此事上也表现得极为卑鄙而弄虚作假:因为他挖出了脑髓,注入了熔铅。然而那些送来富尔维乌斯头颅的人,因为身份卑微,什么也没有得到。

§Caius.17.5

τὰ δὲ σώματα καὶ τούτων καὶ τῶν ἄλλων εἰς τὸν ποταμὸν ἐρρίφη, τρισχιλίων ἀναιρεθέντων· καὶ τὰς οὐσίας αὐτῶν ἀπέδοντο πρὸς τὸ δημόσιον. ἀπεῖπαν δὲ πενθεῖν ταῖς γυναιξί, τὴν δὲ Γαΐου Λικιννίαν καὶ τῆς προικὸς ἀπεστέρησαν. ὠμότατον δὲ προσειργάσαντο τοῦ Φουλβίου τὸν νεώτερον υἱόν,2 οὔτε χεῖρας ἀνταράμενον οὔτʼ ἐν τοῖς μαχομένοις γενόμενον, ἀλλὰ ἐπὶ σπονδὰς ἐλθόντα πρὸ τῆς μάχης συλλαβόντες καὶ μετὰ τὴν μάχην ἀνελόντες.

这些人以及其他人的尸首都被投入河中,被杀害的人达三千之众;他们的财产也被收归国库拍卖。当局禁止妇女服丧,还剥夺了盖乌斯的妻子利基尼娅的嫁妆。他们对待富尔维乌斯的小儿子最为残酷:他既未曾动手反抗,也未在参战者之中,只是在战前为求讲和而来,他们却在战前将他逮捕,战后予以杀害。

§Caius.17.6

οὐ μὴν ἀλλὰ καὶ τούτου καὶ τῶν ἄλλων ἁπάντων μᾶλλον ἠνίασε τοὺς πολλοὺς τὸ κατασκευασθὲν Ὁμονοίας ἱερὸν ὑπὸ τοῦ Ὀπιμίου· σεμνύνεσθαι γὰρ ἐδόκει καὶ μέγα φρονεῖν καὶ τρόπον τινὰ θριαμβεύειν ἐπὶ φόνοις τοσούτοις πολιτῶν, διὸ καὶ νυκτὸς ὑπὸ τὴν ἐπιγραφὴν τοῦ νεὼ παρενέγραψάν τινες τὸν στίχον τοῦτον· ἔργον ἀπονοίας ναὸν ὁμονοίας ποιεῖ.3

然而,比起这件事以及其他所有事,最令民众愤慨的莫过于奥皮米乌斯所建的协和神庙;因为他似乎在为残杀如此众多的公民而感到荣耀、洋洋得意,并在某种意义上举行凯旋庆典。因此,有人在夜间于该神庙的铭文下方题写了这一行诗句: “疯狂之行径,建造协和之神庙。”

语法注3 条
  1. Caius.17.2ὁ δὲ φθάνει μικρὸν εἰς ἱερὸν ἄλσος Ἐριννύων καταφυγών

    动词 φθάνω 与补足分词 καταφυγών 构成固定句式,意为“抢先一步逃入”。中性对格形容词 μικρόν 作副词性程度状语,表示“以微小的差距”或“侥幸及时”。

  2. Caius.17.5ὠμότατον δὲ προσειργάσαντο τοῦ Φουλβίου τὸν νεώτερον υἱόν

    动词 προσεργάζομαι 接双对格(承受者 + 行为内容)。此处中性最高级形容词 ὠμότατον 作为表结果/内容的内宾语对格(“最残酷的对待”),τοῦ Φουλβίου τὸν νεώτερον υἱόν 则是承受此行为的对象(“富尔维乌斯的幼子”)。句末的分词短语(συλλαβόντες καὶ ... ἀνελόντες)修饰主语,具体说明其残暴行径。

  3. Caius.17.6ἔργον ἀπονοίας ναὸν ὁμονοίας ποιεῖ

    这是一行短长格三音步诗句,利用了 ἀπονοίας(疯狂、丧失理智)与 ὁμονοίας(谐调、协和)在语音与词义上的双关对仗(拟声对仗 parechesis)。句法结构为:主语 ἔργον ἀπονοίας(疯狂之行径)+ 谓语动词 ποιεῖ(建造)+ 宾语 ναὸν ὁμονοίας(协和之神庙)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Caius.17.1-Caius.17.6