- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Caius.14.1-Caius.14.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安蒂利乌斯的遗体被运至元老院门前,元老院随即授予奥皮米乌斯全权以平定危机;决战前夕,富尔维乌斯一派通宵纵饮喧哗,而盖乌斯的支持者则肃穆悲痛地轮流守夜。
καὶ τότε μὲν ὄμβρου γενομένου διελύθησαν ἅμα δὲ ἡμέρᾳ τὴν μὲν βουλὴν ὁ ὕπατος συναγαγὼν ἔνδον ἐχρημάτιζεν, ἕτεροι δὲ τὸ τοῦ Ἀντυλλίου σῶμα γυμνὸν ἐπὶ κλίνης προθέμενοι διʼ ἀγορᾶς παρὰ τὸ βουλευτήριον ἐπίτηδες παρεκόμιζον, οἰμωγῇ χρώμενοι καὶ θρήνῳ, γιγνώσκοντος μὲν τοῦ Ὀπιμίου τὰ πραττόμενα, προσποιουμένου δὲ θαυμάζειν, ὥστε καὶ τοὺς βουλευτὰς προελθεῖν.
当时因下起大雨,众人便散去了。但天一亮,执政官便召集元老院在元老院内部议事,另有一些人则将安蒂利乌斯的赤裸尸体安放在卧榻上,一路哀号啼哭,特意抬着穿过广场经过元老院议事堂门前。奥皮米乌斯虽深知内情,却装作惊异,以致元老们也纷纷走了出来。
κατατεθείσης δὲ τῆς κλίνης εἰς μέσον οἱ μὲν ἐσχετλίαζον ὡς ἐπὶ δεινῷ καὶ μεγάλῳ πάθει, τοῖς δὲ πολλοῖς ἐπῄει μισεῖν καὶ προβάλλεσθαι τοὺς ὀλιγαρχικούς, ὡς Τιβέριον μὲν Γράγχον1 ἐν Καπετωλίῳ φονεύσαντες αὐτοὶ δήμαρχον ὄντα καὶ τὸν νεκρὸν προσεξέβαλον, ὁ δʼ ὑπηρέτης Ἀντύλλιος, οὐ δίκαια μὲν ἴσως πεπονθώς, τὴν δὲ πλείστην αἰτίαν εἰς τὸ παθεῖν αὑτῷ παρασχών, ἐν ἀγορᾷ πρόκειται, καὶ περιέστηκεν ἡ Ῥωμαίων βουλή θρηνοῦσα καὶ συνεκκομίζουσα μισθωτὸν ἄνθρωπον, ἐπὶ τῷ τὸν ἔτι λειπόμενον ἀνελεῖν2 τῶν τοῦ δήμου κηδομένων. ἐκ τούτου πάλιν εἰς τὸ βουλευτήριον ἀπελθόντες ἐψηφίσαντο καὶ προσέταξαν Ὀπιμίῳ τῷ ὑπάτῳ σῴζειν τὴν πόλιν ὅπως δύναιτο, καὶ καταλύειν τοὺς τυράννους.
卧榻被置于众人当中,元老们表现得义愤填膺,仿佛遭遇了骇人听闻的巨大灾难;但平民大众心中却涌起了对寡头派的痛恨与谴责,因为他们想到,寡头派自己曾在卡皮托利乌姆山杀害了身为护民官的提贝里乌斯·格拉古,甚至还将尸首弃掷不顾,而仆役安蒂利乌斯——尽管其遭遇也许罪不至死,但他却为自己的受难提供了最主要的缘由——如今却陈尸广场,罗马元老院环绕其侧,为一个雇工哀悼送葬,目的只是为了除掉平民保护者中硕果仅存的那一位。元老们由此重新回到议事堂,通过决议,命令执政官奥皮米乌斯尽其所能拯救城邦,并铲除僭主。
ἐκείνου δὲ προειπόντος ἐπὶ τὰ ὅπλα χωρεῖν τοὺς συγκλητικούς, καὶ τῶν ἱππέων ἑκάστῳ παράγγελμα δόντος ἄγειν ἕωθεν οἰκέτας δύο καθωπλισμένους, ὁ μὲν Φούλβιος ἀντιπαρεσκευάζετο καὶ συνῆγεν ὄχλον, ὁ δὲ Γάιος ἐκ τῆς ἀγορᾶς ἀπερχόμενος ἔστη κατὰ τὸν τοῦ πατρὸς ἀνδριάντα, καὶ πολὺν χρόνον ἐμβλέψας εἰς αὐτὸν οὐδὲν ἐφθέγξατο, δακρύσας δὲ καὶ στενάξας ἀπῄει.
当执政官下令元老们拿起武器,并指示每位骑士于黎明时带两名全副武装的奴仆前来时,富尔维乌斯也针锋相对地进行准备,并召集了一帮乌合之众。盖乌斯在离开广场时,停在他父亲的雕像前,久久注视着雕像,一言未发,只是落泪叹息而去。
τοῦτο πολλοῖς τῶν ἰδόντων οἰκτεῖραι τὸν Γάιον ἐπῆλθε·3 καὶ κακίσαντες αὑτοὺς ὡς ἐγκαταλείποντες τὸν ἄνδρα καὶ προδιδόντες ἧκον ἐπὶ τὴν οἰκίαν καὶ παρενυκτέρευον ἐπὶ τῶν θυρῶν, οὐχ ὁμοίως τοῖς τὸν Φούλβιον φυλάττουσιν. ἐκεῖνοι μὲν γὰρ ἐν κρότοις καὶ ἀλαλαγμοῖς πίνοντες καὶ θρασυνόμενοι διετέλεσαν, αὐτοῦ τοῦ Φουλβίου πρώτου μεθυσκομένου καὶ πολλὰ φορτικῶς παρʼ ἡλικίαν φθεγγομένου καὶ πράττοντος· οἱ δὲ περὶ τὸν Γάϊον, ὡς ἐπὶ συμφορᾷ κοινῇ τῆς πατρίδος ἡσυχίαν ἄγοντες καὶ περισκοπούμενοι τὸ μέλλον, ἐν μέρει φυλάττοντες καὶ ἀναπαυόμενοι διῆγον.
这一幕令许多目睹者对盖乌斯顿生怜悯之情;他们责怪自己抛弃并背叛了这个人,便来到他的宅邸,在门前通宵守候,然而其情景与守卫富尔维乌斯的人截然不同。因为富尔维乌斯那一伙人在喝彩与喧嚷中通宵饮酒狂妄,富尔维乌斯本人更是带头酩酊大醉,言行粗鄙放荡,全然不顾其年纪;而聚集在盖乌斯身旁的人,则如同面对国家的共同浩劫一般保持肃静,审视前途,轮流放哨与休息以度过长夜。
- Caius.14.2ὡς Τιβέριον μὲν Γράγχον
连词 ὡς 引导前文平民大众产生怨恨与谴责(τοῖς δὲ πολλοῖς ἐπῄει μισεῖν καὶ προβάλλεσθαι)的原因和心中所想的内容。随后的句式通过 μέν... δέ(Τιβέριον μὲν... ὁ δʼ ὑπηρέτης Ἀντύλλιος...)构成鲜明对比,揭露元老院当年抛弃护民官提贝里乌斯·格拉古的尸首、如今却为一个仆役大肆哀悼的虚伪面目。
- Caius.14.3ἐπὶ τῷ τὸν ἔτι λειπόμενον ἀνελεῖν
介词 ἐπί 支配带与格定冠词的不定式(τῷ ... ἀνελεῖν),用于表示目的(“为了消灭/旨在铲除”)。不定式的直接宾语为分词短语 τὸν ἔτι λειπόμενον(“尚存者”),其后的属格短语 τῶν τοῦ δήμου κηδομένων 则作部分属格(“在关怀平民的人当中”)。
- Caius.14.5τοῦτο πολλοῖς τῶν ἰδόντων οἰκτεῖραι τὸν Γάιον ἐπῆλθε
动词 ἐπέρχομαι 构成的类非人称用法,搭配与格(πολλοῖς τῶν ἰδόντων)和不定式(οἰκτεῖραι),意为“目击者中的许多人心中生出了怜悯盖乌斯的念头”。句首代词 τοῦτο 指代前述盖乌斯在父亲雕像前无言垂泪叹息的一幕。
