← 普鲁塔克

格拉古兄弟传

§Caius.13.1-Caius.13.4

奥皮米乌斯的攻势与差役安蒂利乌斯被杀

奥皮米乌斯就任执政官并企图废除多项法令,在卡皮托利乌姆山对峙期间,执政官的差役安蒂利乌斯因出言侮辱而遭刺杀,激化了双方阵营的冲突。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Caius.13.1

ἐπεὶ δὲ καὶ τὸν Ὀπίμιον καταστήσαντες ὕπατον τῶν νόμων πολλοὺς διέγραφον καὶ τὴν Καρχηδόνος ἐκίνουν διάταξιν, ἐρεθίζοντες τὸν Γάϊον, ὡς ἂν αἰτίαν ὀργῆς παρασχὼν ἀναιρεθείη,1 τὸν μὲν πρῶτον χρόνον ἐκαρτέρει, τῶν δὲ φίλων καὶ μάλιστα τοῦ Φουλβίου παροξύνοντος ὥρμησε πάλιν συνάγειν τοὺς ἀντιταξομένους πρὸς τὸν ὕπατον.

但当政敌们扶植奥皮米乌斯担任执政官,开始废除盖乌斯的许多法律,并推翻迦太基的殖民建设计划,蓄意激怒盖乌斯以期他因动怒提供把柄而遭除灭时,他起初尚能忍耐;但在朋友们、尤其是富尔维乌斯的怂恿下,他再次奋起,召集众人以抗衡执政官。

§Caius.13.2

ἐνταῦθα καὶ τὴν μητέρα λέγουσιν αὐτῷ συστασιάσαι, μισθουμένην ἀπὸ τῆς ξένης κρύφα καὶ πέμπουσαν εἰς Ῥώμην ἄνδρας, ὡς δὴ θεριστάς ταῦτα γὰρ ἐν τοῖς ἐπιστολίοις αὐτῆς ᾐνιγμένα γεγράφθαι πρὸς τὸν υἱόν. ἕτεροι δὲ καὶ πάνυ τῆς Κορνηλίας δυσχεραινούσης ταῦτα πράττεσθαι λέγουσιν.

据说此时他的母亲也参与了他的党派活动,暗中从外地雇佣人手,伪装成收割庄稼者派往罗马;因为这些隐语写在她寄给儿子的信中。但也有其他人说,这些事情是在科尔内利亚极力反对的情况下进行的。

§Caius.13.3

ἧι δʼ οὖν ἔμελλον ἡμέρᾳ τοὺς νόμους λύσειν οἱ περὶ τὸν Ὀπίμιον, κατείληπτο μὲν ὑπὸ ἀμφοτέρων ἕωθεν εὐθὺς τὸ Καπετώλιον, θύσαντος δὲ τοῦ ὑπάτου τῶν ὑπηρετῶν τις αὐτοῦ Κόιντος Ἀντύλλιος διαφέρων ἑτέρωσε τὰ σπλάγχνα πρὸς τοὺς περὶ τὸν Φούλβιον εἶπε· δότε τόπον ἀγαθοῖς, κακοὶ πολῖται. τινὲς δέ φασιν ἅμα τῇ φωνῇ ταύτῃ καὶ τὸν βραχίονα γυμνὸν οἷον ἐφʼ ὕβρει σχηματίζοντα παρενεγκεῖν.

无论如何,在奥皮米乌斯一派准备废除法律的那一天,双方从拂晓起就立即占领了卡皮托利乌姆山。执政官献祭之后,他的差役之一昆图斯·安蒂利乌斯将内脏端往别处,对富尔维乌斯一帮人说道: “给良民让路,你们这些恶民!” 有人说,在说出这番话的同时,他还赤裸手臂做出极具侮辱性的手势擦身而过。

§Caius.13.4

ἀποθνῄσκει γοῦν εὐθὺς ὁ Ἀντύλλιος ἐκεῖ μεγάλοις γραφείοις κεντούμενος, ἐπʼ αὐτῷ τούτῳ πεποιῆσθαι λεγομένοις. καὶ τὸ μὲν πλῆθος διεταράχθη πρὸς τὸν φόνον, ἐναντία δὲ τοὺς ἡγεμόνας ἔσχε διάθεσις.2 ὁ μὲν γὰρ Γάιος ἤχθετο καὶ κακῶς ἔλεγε τοὺς περὶ αὑτόν ὡς αἰτίαν δεομένοις πάλαι καθʼ ἑαυτῶν τοῖς ἐχθροῖς δεδωκότας,3 ὁ δὲ Ὀπίμιος ὥσπερ ἐνδόσιμον λαβὼν ἐπῆρτο καὶ παρώξυνε τὸν δῆμον ἐπὶ τὴν ἄμυναν.

总之,安蒂利乌斯当场被刺身亡,据说是用专为此目的而制的大铁笔刺死的。大众因这起谋杀而大感恐慌,但两位首领的心境却截然相反。因为盖乌斯感到痛苦,责骂身边的同伴把政敌长期渴求的针对他们自身的把柄交到了对方手中;奥皮米乌斯则如获发难的暗号,精神大振,煽动民众进行报复。

语法注3 条
  1. Caius.13.1ὡς ἂν αἰτίαν ὀργῆς παρασχὼν ἀναιρεθείη

    由 ὡς ἄν 引导接希求式 ἀναιρεθείη 的目的从句。分词 παρασχών 表条件(“若他因怒气提供把柄”)或手段,表明政敌蓄意挑衅(ἐρεθίζοντες)所欲达成的结果。

  2. Caius.13.4ἐναντία δὲ τοὺς ἡγεμόνας ἔσχε διάθεσις

    句法主语是名词 διάθεσις(心态、心情),动词 ἔσχε 的直接宾语为宾格 τοὺς ἡγεμόνας(首领们)。直译为“相反的心态占据了首领们”,语序的倒装突出了两位首领反应的鲜明对比。

  3. Caius.13.4ὡς αἰτίαν δεομένοις πάλαι καθʼ ἑαυτῶν τοῖς ἐχθροῖς δεδωκότας

    小词 ὡς 与完成时宾格分词 δεδωκότας 连用,其性数格与先行宾语 τοὺς περὶ αὑτόν 一致,表示盖乌斯责备他们(κακῶς ἔλεγε)的主观理由。与格短语 δεομένοις πάλαι ... τοῖς ἐχθροῖς 意为“向早有此企图的政敌”,介词短语 καθʼ ἑαυτῶν 则意为“不利于他们自身的(把柄)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Caius.13.1-Caius.13.4