← 普鲁塔克

格拉古兄弟传

§Caius.12.1-Caius.12.5

盖乌斯拆除看台与第三任护民官竞选失利

返回罗马后,盖乌斯移居贫民区并推进立法,但未能保护被逐的同盟者,又因强行拆除角斗士看台而得罪同僚,最终在舞弊中错失第三任护民官职位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Caius.12.1

ἐπανελθὼν δὲ πρῶτον μὲν ἐκ τοῦ Παλατίου μετῴκησεν εἰς τὸν ὑπὸ τὴν ἀγορὰν τόπον ὡς δημοτικώτερον, ὅπου πλείστους τῶν ταπεινῶν καὶ πενήτων συνέβαινεν οἰκεῖν ἔπειτα τῶν νόμων ἐξέθηκε τοὺς λοιπούς ὡς ἐπάξων τὴν ψῆφον αὐτοῖς.1 ὄχλου δὲ πανταχόθεν αὐτῷ συνιόντος ἔπεισεν ἡ βουλὴ τὸν ὕπατον Φάννιον ἐκβαλεῖν τοὺς ἄλλους πλὴν Ῥωμαίων ἅπαντας.

返回之后,他首先将住所从帕拉蒂尼迁至广场下方的街区,认为那里更具平民色彩,且大多数卑微贫寒之人都住在那里;接着,他公布了其余的法案,打算将其交付表决。但当各地民众纷纷聚集到他身边时,元老院说服执政官凡尼乌斯将除罗马人之外的所有人驱逐出境。

§Caius.12.2

γενομένου δὲ κηρύγματος ἀήθους καὶ ἀλλοκότου, μηδένα τῶν συμμάχων μηδὲ τῶν φίλων ἐν Ῥώμῃ φανῆναι περὶ τὰς ἡμέρας ἐκείνας, ἀντεξέθηκεν ὁ Γάϊος διάγραμμα κατηγορῶν τοῦ ὑπάτου, καὶ τοῖς συμμάχοις, ἂν μένωσι, βοηθήσειν ἐπαγγελλόμενος, οὐ μὴν ἐβοήθησεν, ἀλλὰ ὁρῶν ἕνα τῶν ξένων αὐτοῦ καὶ συνήθων ἑλκόμενον ὑπὸ τῶν ὑπηρετῶν τῶν τοῦ Φαννίου, παρῆλθε καὶ οὐ προσήμυνεν, εἴτε τὴν ἰσχὺν ἐπιλείπουσαν ἤδη δεδιὼς ἐλέγχειν,2 εἴτε μὴ βουλόμενος, ὡς ἔλεγεν, ἁψιμαχίας αὐτὸς καὶ συμπλοκῆς ἀρχὰς ζητοῦσι τοῖς ἐχθροῖς παρασχεῖν.

当一道非同寻常且怪异的布告发出,严禁任何同盟者或盟友在那几天出现在罗马时,盖乌斯也针锋相对地张贴布告指责执政官,并承诺若同盟者留下,他将提供庇护。然而他并没有提供庇护,反而眼看着自己的一位宾客兼密友被凡尼乌斯的差役拖走,却径直走过并未施以援手——这或是因为他害怕暴露自己那已然衰竭的实力,或是正如他自己所言,不愿亲自给那些寻衅挑事的政敌提供发生小规模冲突和肢体斗殴的口实。

§Caius.12.3

συνέτυχε δὲ αὐτῷ καὶ πρός τοὺς συνάρχοντας ἐν ὀργῇ γενέσθαι διὰ τοιαύτην αἰτίαν. ἔμελλεν ὁ δῆμος θεᾶσθαι μονομάχους ἐν ἀγορᾷ, καὶ τῶν ἀρχόντων οἱ πλεῖστοι θεωρητήρια κύκλῳ κατασκευάσαντες ἐξεμίσθουν. ταῦτα ὁ Γάιος ἐκέλευεν αὐτοὺς καθαιρεῖν, ὅπως οἱ πένητες ἐκ τῶν τόπων ἐκείνων ἀμισθὶ θεάσασθαι δύνωνται.

此外,他也因如下缘故与同僚政务官发生愤怒的争执。民众正准备在广场上观看角斗士表演,大多数政务官在周围搭建了看台并出租收取租金。盖乌斯命令他们拆除这些看台,以便穷人能够从那些地方免费观看。

§Caius.12.4

μηδενὸς δὲ προσέχοντος ἀναμείνας τὴν πρὸ τῆς θέας νύκτα, καὶ τῶν τεχνιτῶν ὅσους εἶχεν ἐργολάβους ὑφʼ ἑαυτῷ παραλαβών, τὰ θεωρητήρια καθεῖλε καὶ τῷ δήμῳ σχολάζοντα μεθʼ ἡμέραν ἀπέδειξε τὸν τόπον ἐφʼ ᾧ3 τοῖς μὲν πολλοῖς ἀνὴρ ἔδοξεν εἶναι, τοὺς δὲ συνάρχοντας ὡς ἰταμὸς καὶ βίαιος ἐλύπησεν. ἐκ τούτου καὶ τὴν τρίτην ἔδοξε δημαρχίαν ἀφῃρῆσθαι, ψήφων μὲν αὐτῷ πλείστων γενομένων, ἀδίκως δὲ καὶ κακούργως τῶν συναρχόντων ποιησαμένων τὴν ἀναγόρευσιν καὶ ἀνάδειξιν.

但在无人理睬的情况下,他等到观看演出的前一天夜里,带上自己麾下所有的承揽工匠,拆毁了看台,并在次日天明时将腾空的场地展现给民众。因此,大众认为他是一位有气魄的男子汉,他却因被视为专横暴烈而得罪了同僚。人们认为他也正是因此被剥夺了第三任护民官职位,尽管他所获的选票最多,但他的同僚们却不公且舞弊地完成了当选公告与认定。

§Caius.12.5

ἀλλὰ ταῦτα μὲν ἀμφισβήτησιν εἶχεν. ἤνεγκε δὲ οὐ μετρίως ἀποτυχών, καὶ πρός γε τοὺς ἐχθροὺς ἐπεγγελῶντας αὐτῷ λέγεται θρασύτερον τοῦ δέοντος εἰπεῖν ὡς Σαρδόνιον γέλωτα γελῶσιν,4 οὐ γιγνώσκοντες ὅσον αὐτοῖς σκότος ἐκ τῶν αὐτοῦ περικέχυται πολιτευμάτων.

不过,此事尚存争议。但他对落选深感难受,据说面对讥嘲他的政敌,他甚至过于大胆地宣称:他们正发出撒丁式的狞笑,殊不知他的各项政策已在他们周围布下了何等深重的黑暗。

语法注4 条
  1. Caius.12.1ὡς ἐπάξων τὴν ψῆφον αὐτοῖς

    连词 ὡς 与将来时分词 ἐπάξων 连用,表示主语(盖乌斯)的意图或目的(“打算交付表决”)。与格 αὐτοῖς 指代前文的 τῶν νόμων τοὺς λοιπούς(其余的法案)。

  2. Caius.12.2εἴτε τὴν ἰσχὺν ἐπιλείπουσαν ἤδη δεδιὼς ἐλέγχειν

    完成时分词 δεδιώς 支配不定式 ἐλέγχειν(“暴露/检验”),而 ἐλέγχειν 进而带有补充性分词结构 τὴν ἰσχὺν ἐπιλείπουσαν 作为间接引语宾语(“自身力量已然衰竭”)。

  3. Caius.12.4ἐφʼ ᾧ

    介词 ἐπί 加上中性与格关系代词 ᾧ,指代前文整套行动(连夜拆除看台),作为转接或因果副词短语,意为“为此/因此之故”。

  4. Caius.12.5Σαρδόνιον γέλωτα γελῶσιν

    同源宾格(cognate accusative)的成语表达(“发出撒丁式的笑声”),用来形容对迫在眉睫的灾祸毫无察觉、自以为是的狞笑或苦笑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Caius.12.1-Caius.12.5