← 普鲁塔克

格拉古兄弟传

§Caius.11.1-Caius.11.3

迦太基殖民的凶兆与盖乌斯返回罗马

在迦太基殖民事务遭遇诸多凶兆之际,盖乌斯迅速结束工作返回罗马,却面临政敌奥皮米乌斯崛起以及自身权威日渐衰落的危局。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Caius.11.1

ἐν δὲ τῇ Λιβύῃ περὶ τὸν τῆς Καρχηδόνος κατοικισμόν, ἣν ὁ Γάιος Ἰουνωνίαν, ὅπερ ἐστὶν Ἡραίαν, ὠνόμασε, πολλὰ κωλύματα γενέσθαι παρὰ τοῦ δαιμονίου λέγουσιν. ἥ τε γὰρ πρώτη σημαία, πνεύματος ἀφαρπάζοντος αὐτήν, τοῦ δὲ φέροντος ἐγκρατῶς ἀντεχομένου, συνετρίβη, καὶ τὰ ἱερὰ τοῖς βωμοῖς ἐπικείμενα διεσκέδασεν ἀνέμου θύελλα καὶ διέρριψεν ὑπὲρ τοὺς ὅρους τῆς γεγενημένης ὑπογραφῆς, αὐτοὺς δὲ τοὺς ὅρους ἀνέσπασαν ἐπελθόντες λύκοι καὶ μακρὰν ᾤχοντο φέροντες.

在利比亚关于迦太基——盖乌斯将其命名为尤诺尼亚,即赫拉城——的殖民定居一事上,据说受到了神意的诸多阻挠。因为当疾风正要夺走第一面军旗而掌旗官竭力抓紧抗衡时,军旗竟被折断;狂风将祭坛上的祭品吹散,抛出了划定的界线之外;更有群狼奔袭而来,拔出界石本身并衔至远方。

§Caius.11.2

οὐ μὴν ἀλλὰ πάντα συντάξας καὶ διακοσμήσας ὁ Γάϊος ἡμέραις ἑβδομήκοντα ταῖς πάσαις ἐπανῆλθεν εἰς Ῥώμην, πιέζεσθαι τὸν Φούλβιον ὑπὸ τοῦ Δρούσου πυνθανόμενος, καὶ τῶν πραγμάτων τῆς αὐτοῦ παρουσίας δεομένων· Λεύκιος γὰρ Ὀπίμιος, ἀνὴρ ὀλιγαρχικὸς καὶ δυνατὸς ἐν τῇ βουλῇ, πρότερον μὲν ἐξέπεσεν ὑπατείαν παραγγέλλων, τοῦ Γαΐου τὸν Φάννιον προαγαγόντος, ἐκεῖνον δὲ καταρχαιρεσιάσαντος·1 τότε δὲ πολλῶν βοηθούντων ἐπίδοξος ἦν ὑπατεύσειν, ὑπατεύων δὲ καταλύσειν τὸν Γάιον, ἤδη τρόπον τινὰ τῆς δυνάμεως αὐτοῦ μαραινομένης καὶ τοῦ δήμου μεστοῦ γεγονότος τῶν τοιούτων πολιτευμάτων διὰ τὸ πολλοὺς τοὺς πρὸς χάριν δημαγωγοῦντας εἶναι2 καὶ τὴν βουλὴν ὑπείκειν ἑκοῦσαν.

尽管如此,盖乌斯在整整七十天内将一切安排整理妥当之后,返回了罗马,因为他获悉富尔维乌斯正受到德鲁苏斯的打压,且局势正迫切需要他亲自到场。此前,身为寡头派且在元老院中具有权势的卢基乌斯·奥皮米乌斯在竞选执政官时落选,正是因为盖乌斯推举了凡尼乌斯并在选举中击败了他〔奥皮米乌斯〕;但此时在众人的支持下,他很有希望当选执政官,并在任期内铲除盖乌斯;盖乌斯的权势已经在某种程度上逐渐衰退,而民众也对这类政策感到厌倦,因为通过讨好来迎合民众的人太多,且元老院也乐于顺水推舟地退让。

语法注2 条
  1. Caius.11.2τοῦ Γαΐου τὸν Φάννιον προαγαγόντος, ἐκεῖνον δὲ καταρχαιρεσιάσαντος

    属于属格独立结构,τοῦ Γαΐου 同时作两个分词 προαγαγόντος 与 καταρχαιρεσιάσαντος 的逻辑主语。指示代词 ἐκεῖνον 指代主句主语卢基乌斯·奥皮米乌斯,作 καταρχαιρεσιάσαντος 的宾语(即“盖乌斯推举了凡尼乌斯,并在选举中击败了那个人〔奥皮米乌斯〕”)。

  2. Caius.11.3διὰ τὸ πολλοὺς τοὺς πρὸς χάριν δημαγωγοῦντας εἶναι

    由介词 διά 加上带冠词的不定式 τὸ ... εἶναι 构成的表示原因的句式。带冠词的分词短语 τοὺς πρὸς χάριν δημαγωγοῦντας(“为了讨好而煽动平民之人”)作不定式的宾格主语,无冠词的 πολλούς 为述语形容词,意为“因为迎合讨好平民的人众多”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg052.humanitext-grc1:Caius.11.1-Caius.11.3