- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.7.1-Cleomenes.7.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
获胜后信心倍增的克里昂米尼向亲信透露了除掉监察官并实行均田改革的计划;借一位监察官神谕之梦的契机,他通过出征阿卡迪亚使反对派公民疲于奔命并将其留在当地,自己则率雇佣军直扑斯巴达发动政变。
ἐκ τούτου Κλεομένης μέγα φρονῶν ἤδη, καὶ πεπεισμένος ἂν ὡς βούλεται τοῖς πράγμασι χρώμενος πολεμῇ1 πρὸς τοὺς Ἀχαιούς, ῥᾳδίως ἐπικρατήσειν, ἐδίδασκε τὸν τῆς μητρὸς ἄνδρα Μεγιστόνουν ὡς χρὴ τῶν ἐφόρων ἀπαλλαγέντας2 εἰς μέσον θεῖναι τὰ κτήματα τοῖς πολίταις καὶ τὴν Σπάρτην ἴσην γενομένην ἐγείρειν καὶ προάγειν ἐπὶ τὴν τῆς Ἑλλάδος ἡγεμονίαν. πεισθέντος δʼ ἐκείνου δύο τῶν ἄλλων φίλων ἢ τρεῖς προσέλαβε.
经此一役,克里昂米尼已意气风发,坚信只要能按自己的心愿执掌国政并与阿开亚人交战,便能轻取胜利;于是他劝导继父墨吉斯托努斯,认为必须除掉监察官,将财产归公于市民,使斯巴达在人人平等的基础上振兴,并引领她重获希腊的霸权。墨吉斯托努斯被说服后,他又拉拢了另外两三个朋友。
συνέβη δὲ περὶ τὰς ἡμέρας ἐκείνας καὶ τῶν ἐφόρων ἕνα κοιμώμενον ἐν Πασιφάας3 ὄναρ ἰδεῖν θαυμαστόν· ἐδόκει γάρ ἐν ᾧ τόπῳ τοῖς ἐφόροις ἔθος ἐστὶ καθεζομένοις χρηματίζειν ἕνα δίφρον κεῖσθαι, τοὺς δὲ τέτταρας ἀνῃρῆσθαι, καὶ θαυμάζοντος αὐτοῦ φωνὴν ἐκ τοῦ ἱεροῦ γενέσθαι φράζουσαν ὡς τοῦτο τῇ Σπάρτῃ λῷόν ἐστι.
就在那些日子里,恰好有一位监察官留宿于帕西法厄神庙时,做了一个奇异的梦:他仿佛看到在监察官依例落座办公的地方,只摆放着一把座椅,其余四把皆已被移去;正当他惊异之际,神庙中传来声音,宣告这对斯巴达更为有益。
ταύτην τὴν ὄψιν διηγουμένου τοῦ ἐφόρου πρὸς τὸν Κλεομένη, τὸ μὲν πρῶτον διεταράχθη καθʼ ὑποψίαν τινὰ πειράζεσθαι δοκῶν, ὡς δὲ ἐπείσθη μὴ ψεύδεσθαι τὸν διηγούμενον, ἐθάρρησε. καὶ λαβὼν ὅσους ὑπώπτευε μάλιστα τῶν πολιτῶν ἐναντιώσεσθαι πρὸς τὴν πρᾶξιν, Ἡραίαν καὶ Ἀλσαίαν τὰς πόλεις ταττομένας ὑπὸ τοῖς Ἀχαιοῖς εἷλε, καὶ σῖτον εἰσήγαγεν Ὀρχομενίοις, καὶ Μαντινείᾳ παρεστρατοπέδευσε, καὶ ὅλως ἄνω καὶ κάτω μακραῖς πορείαις ἀποτρύσας τοὺς Λακεδαιμονίους ἀπέλιπεν αὐτῶν δεηθέντων τοὺς πολλοὺς ἐν Ἀρκαδίᾳ, τοὺς δὲ μισθοφόρους ἔχων αὐτὸς ἐπὶ τὴν Σπάρτην ἐχώρει. καὶ καθʼ ὁδὸν οἷς ἐπίστευε μάλιστα καλῶς πρὸς αὐτὸν ἔχειν ἀνεκοινοῦτο τὴν γνώμην, καὶ προῄει σχέδην, ὡς περὶ τὸ δεῖπνον οὖσι τοῖς ἐφόροις ἐπιπέσοι.4
当这位监察官将此梦境告知克里昂米尼时,克里昂米尼起初颇感不安,疑心自己遭到了试探;但他确信对方并未撒谎后,便坚定了信心。他带上那些自己最怀疑会阻碍此项举措的公民,攻取了臣属于阿开亚人的赫赖亚和阿尔赛亚两座城邦,向奥尔科墨诺斯运送了粮食,并在曼提尼亚附近扎营;总而言之,他通过长途行军,让拉刻代蒙人来回奔波、疲惫不堪,因而在他们请求留在当地时,便将大部分人留在了阿卡迪亚,自己则率领雇佣军向斯巴达进发。沿途,他向那些自己最为信赖、忠于自己的人透露了意图,并徐徐前行,以便趁监察官们正在用晚餐时出其不意地袭击他们。
- Cleomenes.7.1ἂν ὡς βούλεται τοῖς πράγμασι χρώμενος πολεμῇ
连词 ἂν 等同于 ἐάν,与虚拟式 πολεμῇ 构成条件从句的前件;不定式 ῥᾳδίως ἐπικρατήσειν 则作为间接引语从属于 πεπεισμένος,充当条件句的后件。
- Cleomenes.7.1τῶν ἐφόρων ἀπαλλαγέντας
被动不定过去时分词采用阳性宾格复数(ἀπαλλαγέντας),与从属于非人称动词 χρὴ 的不定式(θεῖναι, ἐγείρειν, προάγειν)所隐含的主语一致。属格 τῶν ἐφόρων 为分离属格。
- Cleomenes.7.2ἐν Πασιφάας
固定习惯省略用法:介词 ἐν 之后接女神名的阴性属格单数(Πασιφάας),省略了表示神庙或圣域的名词(如 ἱερῷ 或 τεμένει)。
- Cleomenes.7.4ὡς περὶ τὸ δεῖπνον οὖσι τοῖς ἐφόροις ἐπιπέσοι
连词 ὡς 与祈愿式 ἐπιπέσοι 连用,在历史时态后引导目的从句;与格短语 περὶ τὸ δεῖπνον οὖσι τοῖς ἐφόροις 作动词 ἐπιπέσοι 的间接宾语(“袭击正在用晚餐的监察官们”)。
