← 普鲁塔克

亚基斯与克里昂米尼传

§Cleomenes.6.1-Cleomenes.6.4

留克特拉之战与吕狄亚达斯阵亡

克里昂米尼借助母亲的资助与贿赂获得出兵权,在留克特拉与阿开亚军交战。他击杀了因冒进孤立的墨伽洛波利斯前僭主吕狄亚达斯并大败敌军,随后以隆重礼节将吕狄亚达斯的遗体送还敌城。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§Cleomenes.6.1

οὐ μὴν ἀλλὰ1 κινεῖν εὐθὺς ἐγνωκὼς τὰ κατὰ τὴν πόλιν, ἔπεισε τοὺς ἐφόρους χρήμασιν ὅπως αὐτῷ ψηφίσωνται στρατείαν. ἐθεράπευσε δὲ καὶ τῶν ἄλλων συχνοὺς διὰ τῆς μητρὸς Κρατησικλείας ἀφειδῶς συγχορηγούσης καὶ συμφιλοτιμουμένης, ἥ γε καὶ γάμου μὴ δεομένη λέγεται διὰ τὸν υἱὸν ἄνδρα λαβεῖν πρωτεύοντα δόξῃ καὶ δυνάμει τῶν πολιτῶν.

尽管如此,克里昂米尼决意立即变革城邦内部的体制,便用金钱买通监察官,使他们表决支持他出征。他还通过其母克拉特西克勒娅拉拢了许多其他公民;母亲慷慨地出资相助,并与他抱有相同的抱负,据说她本无意再婚,为了儿子的缘故,甚至嫁给了一位在声望与权势上首屈一指的公民。

§Cleomenes.6.2

ἐξαγαγὼν δὲ τὴν στρατείαν καταλαμβάνει τῆς Μεγαλοπολίτιδος χωρίον Λεῦκτρα· καὶ γενομένης πρὸς αὑτὸν ὀξείας τῶν Ἀχαιῶν βοηθείας Ἀράτου στρατηγοῦντος, ὑπὸ τὴν πόλιν αὐτὴν παραταξάμενος ἡττήθη μέρει τινὶ τοῦ στρατεύματος, ἐπεὶ δὲ χαράδραν τινὰ βαθεῖαν οὐκ εἴασε διαβῆναι τοὺς Ἀχαιοὺς ὁ Ἄρατος, ἀλλʼ ἐπέστησε τὴν δίωξιν, ἀγανακτῶν δὲ Λυδιάδας ὁ Μεγαλοπολίτης συνεξώρμησε τοὺς περὶ αὑτὸν ἱππεῖς καὶ διώκων εἰς χωρίον ἀμπέλων καὶ τάφρων καὶ τειχῶν μεστὸν ἐνσείσας καὶ διασπασθεὶς περὶ ταῦτα κακῶς ἀπήλλαττε, κατιδὼν ὁ Κλεομένης ἀνῆκε2 τοὺς Ταραντίνους καὶ τοὺς Κρῆτας ἐπʼ αὐτόν, ὑφʼ ὧν ὁ Λυδιάδας ἀμυνόμενος εὐρώστως ἔπεσε, πρὸς τοῦτο θαρρήσαντες οἱ Λακεδαιμόνιοι μετὰ βοῆς ἐνέβαλον τοῖς Ἀχαιοῖς, καὶ τροπὴν ὅλου τοῦ στρατεύματος ἐποίησαν.

克里昂米尼率军出征,占领了墨伽洛波利斯境内的一处名为留克特拉的地方。当阿开亚人在阿拉图斯统率下迅速赶来救援时,克里昂米尼在城墙脚下列阵迎战,但其部队的一部受挫败退。然而,由于阿拉图斯不许阿开亚人越过一条深谷,而是勒马止住了追击,墨伽洛波利斯人吕狄亚达斯对此深感愤慨,便率领自己身边的骑兵一同杀出;他在追击中冲进了一处长满葡萄藤、遍布沟壕和矮墙的地界,部队在此被分割冲散,陷入困境;克里昂米尼见状,便派遣塔兰托兵和克里特兵向他扑去,吕狄亚达斯在奋勇抵抗中死于他们之手;拉刻代蒙人见此深受鼓舞,呼喊着向阿开亚人发起猛攻,将敌军全军击溃。

§Cleomenes.6.4

ἀποθανόντων δὲ συχνῶν τοὺς μὲν ἄλλους ὑποσπόνδους ὁ Κλεομένης ἀπέδωκε,3 τὸν δὲ Λυδιάδαν νεκρὸν ἀχθῆναι πρὸς αὑτὸν κελεύσας, κοσμήσας πορφυρίδι καὶ στέφανον ἐπιθεὶς, πρὸς τὰς πύλας τῶν Μεγαλοπολιτῶν ἀπέστειλεν. οὗτος ἦν Λυδιάδας ὁ καταθέμενος τὴν τυραννίδα καὶ τοῖς πολίταις ἀποδοὺς τὴν ἐλευθερίαν καὶ τὴν πόλιν προσκομίσας Ἀχαιοῖς.

战死者众多,克里昂米尼依约在停战协定下归还了其他人的尸体,但命令将吕狄亚达斯的遗体运到自己面前,为其饰以紫袍并戴上花冠,送至墨伽洛波利斯人的城门前。此人正是昔日放弃僭主职位、将自由还给公民并将该城邦带入阿开亚同盟的吕狄亚达斯。

语法注3 条
  1. Cleomenes.6.1οὐ μὴν ἀλλὰ

    强转折连词短语(“尽管如此”、“然而”),表明尽管发生了阿基达穆斯遇刺的挫折,克里昂米尼依然没有放弃城内政制变革的计划。

  2. Cleomenes.6.2ἐπεὶ δὲ χαράδραν τινὰ βαθεῖαν ... ἀπήλλαττε, κατιδὼν ὁ Κλεομένης ἀνῆκε

    以 ἐπεὶ δὲ 开头的长周期句(period)。在从属分句中,阿拉图斯勒兵止步(ἀλλʼ ἐπέστησε τὴν δίωξιν)与吕狄亚达斯愤而出击陷入困境(ἀγανακτῶν δὲ Λυδιάδας ... κακῶς ἀπήλλαττε)并列对立,共同构成主句主干(带有分词 κατιδὼν 的主动词 ἀνῆκε)的前提条件与背景。

  3. Cleomenes.6.4τοὺς μὲν ἄλλους ὑποσπόνδους ὁ Κλεομένης ἀπέδωκε

    希腊战争惯用语,指“依停战协定(归还敌军阵亡者遗体)”。述语性宾格 ὑποσπόνδους 与 ἀπέδωκε 搭配,与后文通过 μέν...δέ 对比吕狄亚达斯所获得的破格礼遇与尊重。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.6.1-Cleomenes.6.4