- 底本
- Plutarch. Plutarch's Lives, Vol. X. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg051.humanitext-grc1:Cleomenes.8.1-Cleomenes.8.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克里昂米尼抵近斯巴达,派遣亲信突袭监察官们的共餐所,斩杀了四位监察官;阿基莱乌斯潜入圣所幸免于难,未参与抵抗的市民也得到赦免。
γενόμενος δὲ τῆς πόλεως ἐγγύς, Εὐρυκλείδαν μὲν εἰς τὸ τῶν ἐφόρων συσσίτιον ἀπέστειλεν ὥς τινα παρʼ αὐτοῦ λόγον ἀπὸ στρατιᾶς κομίζοντα,1 Θηρυκίων δὲ καὶ Φοῖβις καὶ δύο τῶν συντρόφων τοῦ Κλεομένους, οὓς μόθακας καλοῦσιν, ἐπηκολούθουν στρατιώτας ὀλίγους ἔχοντες. ἔτι δὲ τοῦ Εὐρυκλείδα διαλεγομένου τοῖς ἐφόροις ἐπιδραμόντες ἐσπασμέναις ταῖς μαχαίραις ἔπαιον αὐτούς.
克里昂米尼来到城郊时,便打发欧律克勒达斯前往监察官们的共餐所,托辞是由军中带来了克里昂米尼的某条口信;而塞律契翁、福比斯以及克里昂米尼的两名乳兄弟(斯巴达人称之为莫萨克斯)则率领少数士兵尾随其后。趁着欧律克勒达斯还在同监察官们交谈之际,他们猛冲进去,拔出短剑向监察官们砍刺。
ὁ μὲν οὖν πρῶτος Ἀγύλαιος, ὡς ἐπλήγη, πεσὼν καὶ τεθνάναι δόξας ἀτρέμα συναγαγὼν καὶ παρέλκων ἑαυτὸν ἐκ τοῦ οἰκήματος ἔλαθεν εἴς τι δωμάτιον εἰσερπύσας2 μικρόν, ὃ Φόβου μὲν ἦν ἱερόν, ἄλλως δὲ κεκλεισμένον ἀεὶ, τότε ἐκ τύχης ἀνεῳγμένον ἐτύγχανεν. εἰς τοῦτο συνεισενεγκὼν ἑαυτὸν ἀπέκλεισε τὸ θύριον. οἱ δὲ τέσσαρες ἀνῃρέθησαν, καὶ τῶν ἐπιβοηθούντων αὐτοῖς οὐ πλείονες ἢ δέκα. τοὺς γὰρ ἡσυχίαν ἄγοντας οὐκ ἔκτειναν, οὐδὲ τοὺς ἀπιόντας ἐκ τῆς πόλεως ἐκώλυον. ἐφείσαντο δὲ καὶ τοῦ Ἀγυλαίου μεθʼ ἡμέραν ἐκ τοῦ ἱεροῦ προελθόντος.
首先被击中的阿基莱乌斯中刀倒地,被以为已经断气;他悄悄蜷缩起身体,将自己拖出屋子,爬入一间小房间而未被发觉。这间小屋原是恐惧之神的圣所,平日里总是紧锁着,此时却恰巧敞开着。他挣扎着躲进屋里,反锁了小门。其余四位监察官均被斩杀,赶来救援的人中死者也不超过十人。因为他们并未杀害安分守己之人,也没有阻拦离开城邦的人。天亮之后,阿基莱乌斯从圣所中走出来,他们也宽恕了他。
- Cleomenes.8.1ὥς τινα παρʼ αὐτοῦ λόγον ἀπὸ στρατιᾶς κομίζοντα
连词 ὡς 与现在分词 κομίζοντα(宾格单数阳性,逻辑主语为 Εὐρυκλείδαν)连用,表示表面上的托辞或借口(“声称/佯称带来口信”),以掩盖发动突袭的真实意图。
- Cleomenes.8.2ἔλαθεν εἴς τι δωμάτιον εἰσερπύσας
这是动词 ἔλαθεν(λανθάνω 的不定过去时)与补充充当表语的分词 εἰσερπύσας 构成的经典句式,意为“爬进……而未被发觉”或“悄悄溜进”。
